-" ?> Τίνες ἐσμέν - Σύνοψις

Τίνες ἐσμέν

Σύνοψις     Ἱστορία     Χώρα
Ἀττικιστὶ διαλέγεσθαι (Ancient Greek speaking today)

Κῆπος τῶν Μουσῶν

Τὸ μὲν οὖν Ἑλληνικὸν Εἰδύλλιον τῆς βορείου Πελοποννήσου ἐστὶν οὐ μόνον οἰκοδομήματα τοῖς σχολὴν ἄγουσιν ἱκανά, ἀλλὰ καὶ ἐργαστήριον τῆς τε ἑρμηνείας καὶ τῆς εὐμουσίας καὶ τῆς εὐφροσύνης εἰς ὅπερ συνελθόντες ἢ καθ' ἑνα ἢ κατ' ἐνίους φιλοκαλοῦσι καὶ σπουδάζουσι περὶ τὰς τέχνας τὰς εὖ ἐχούσας, οἷον περὶ τὸ τὴν μουσικὴν ἀσκεῖν ἢ τὸ ζωγραφεῖν ἢ τὸ μελετᾶν τὴν τῶν Ἑλλήνων τέλειον φωνὴν ἢ τὸ ὑποκρίνεσθαι δρᾶμά τι ἢ τὸ χορεύειν ἢ μόνον ἀναπαύονται ἀργοῦντές τε καὶ ἡλιούμενοι· εἰ δ' αὖ βούλονται, μανθάνουσιν ἀπ' ἀλλήλων ὥστε καὶ ἐπίδοσίν τινα λαμβάνειν τῆς ἑαυτῶν τέχνης τε καὶ σοφίας. Καὶ ἄλλως οἱ μὲν ἅτε μουσικοὶ ὄντες πολλάκις ᾄδοντες ἢ μουσικὸν ἀκρόαμα παρέχοντες εὐφραίνουσι τοὺς παρόντας καὶ ἅμα ἐπιδεικνύασι τὰς ἑαυτῶν δυνάμεις, οἱ δ' ἄλλοι ὡς ἀκροώμενοι τῶν χαριεστάτων μελῶν εἰς ἀρετὴν καὶ πάσας σπουδὰς ἂν ὀτρύνοιντο.
Οἱ δὲ ξένοι ἡδέως διατρίβουσιν ἐν τῷ μεγάλῳ κήπῳ τῷ εἰδυλλίῳ καλουμένῳ μεστῷ ὄντι ἀνθέων τε καὶ δένδρων ὑψηλῶν καὶ ἀμφιλαφῶν· καὶ ἡ πλησίον οὖσα θάλαττα αὐτοῖς ἐπιτηδεία ἐστὶ κολυμβᾶν μεθ' ἡδονῆς.

konzert im gartenkonzert im garten

16 -30 August 2020

“Speak and Philosophize Today in Ancient Greek”… for our 28th year!

Speak classical Greek and relate thoughts of wisdom in the Garden of the Muses with Mr Florian Feicht, ancient Greek teacher of high school in Berlin.
A project funded by Andreas Drekis, Hellenikon Idyllion

 

ΑΤΤΙΚΙΣΤΙ ΦΙΛΟΣΟΦΕΙΝ ΣΗΜΕΡΟΝ 2020 EN ΤΩΙ ΚΗΠΩΙ ΤΩΝ ΜΟΥΣΩΝ
TΕΡΨΙΣ ΤΩΝ ΤΗΝ ΑΤΤΙΚΗΝ ΦΩΝΗΝ ΔΙΔΑΣΚΟΝΤΩΝ, ΣΠΟΥΔΑΖΟΝΤΩΝ ΚΑΙ ΝΥΝ ΤΟ ΦΙΛΟΣΟΦΕΙΝ TΙΜΩΝΤΩΝ!
Ἀττικιστὶ διαλέγεσθαι - όκτώ καί εἴκοσι ἔτη - ἐν τῷ κήπῳ τῶν Μουσῶν -

Σωκράτης

Ὦ φίλε Φαῖδρε, ποῖ δὴ καὶ πόθεν;

Φαῖδρος

Παρὰ τοῦ Ἀνδρέας Δρεκίς, ὦ Σώκρατες, πορεύομαι δὲ πρὸς αἰγιαλὸν ἔξω του κήπου συχνὸν γὰρ ἐκεῖ διέτριψα χρόνον καθήμενος ἐξ ἑωθινοῦ. Οὐκοῦν βούλομαι περιπατεῖν τι.

Σωκράτης

Καλῶς γάρ, ὦ ἑταῖρε, ποιεῖς. Ἀτὰρ εἰς Ἀνδρέας, ὡς ἔοικεν, φοιτᾷς.

Φαῖδρος

Πάνυ γε, μετεῖχον γὰρ τῆς διδασκαλίας τῆς ἀρχαίας ἑλληνικῆς γλώττης ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ.

Σωκράτης

Τί ἐστι τὸ Ἑλληνικὸν Εἰδύλλιον ;

Φαῖδρος

Πρὸς ταύτην τὴν ἐρώτησιν πολλὰς ἀποκρίσεις ποιοίμην ἄν.

Σωκράτης

Ἀποκρινοῖο ἄν.

Φαῖδρος

Καὶ μήν, ὦ Σώκρατες, ἀρέσκοι ἄν γέ σοι τὸ χωρίον · πρῶτον μὲν γὰρ ἀναπαυτήρια οἰκήματα καὶ καταγώγιον καὶ σμικρὸν πανεπιστήμιον καὶ Ἀκαδημεία μουσουργοῖς ἐστίν. Πρὸς δὲ τούτοις, ἐπιτήδειος ἐστι τόπος πᾶσιν, ὅσοι περὶ τὰς τέχνας σπουδάζουσιν οἷον περὶ τὴν μουσικὴν ἢ τὴν γραφικὴν ἢ τῆν δραματικὴν.

Σωκράτης

Πάντα δὴ ταῦτα, ὦ φίλε Φαῖδρε, θαυμαστὰ καὶ ἄριστα γε φαίνεται, ἀλλ᾽ὅ τι τὸ Ἑλληνικὸν Εἰδύλλιον ὄντως ἐστὶν οὐ δοκεῖς μοι σαφέστερον πω ὁρίσαι. Ἄρ᾽ ἔχεις εἰπεῖν τί τῷ ὄντι τυγχάνει ὂν αὐτὸ, καὶ τοῦ ἕνεκα ;

Φαῖδρος

Ἀλλ᾽οὐκ ἔχω ὅ τι ἀποκρίνωμαί σοι. Καίτοι μυριάκις γε περὶ τοῦ Ἐλληνικοῦ Εἰδυλλίου παμπόλλους λόγους εἴρηκα καὶ πρὸς πολλούς, καὶ πάνυ εὖ, ὥς γε ἐμαυτῷ ἐδόκουν· νῦν δὲ οὐδ' ὅ τι ἐστι τὸ παράπαν ἔχω εἰπεῖν. Οὐδὲν ἧττον ἐγὼ δή σοι πειράσομαι διηγεῖσθαι· Τὸ μὲν οὖν Ἑλληνικὸν Εἰδύλλιον ἐξέπλησε, ὡς ἔπος εἶπειν, τὸ ὄναρ τὸ τοῦ κτίστου καὶ κύριου καὶ ἐπιστάτου τοῦ κήπου, Ἀνδρέας Δρεκὶς τοὔνομα

Εὐθὺς γὰρ δὴ νέος ὤν, συνέγνω μὲν ὅτι σχεδὸν καὶ ἰδίᾳ ἑκάστῳ καὶ κοινῇ πᾶσι άνθρώποις σκοπός τις εἴη καὶ τοῦτ᾽ ἐστὶν ἐν κεφαλαίῳ εἰπεῖν ἡ εὐδαιμονία. Οἱ πολλοὶ δὲ, ὠς αὐτῷ ἐδόκουν, πλανῶνται ζητοῦντες τὰ πρὸς αὐτὴν, ἡγούμενοι πλούτῳ καὶ ἐξουσίᾳ καὶ δόξᾳ εὐδαίμονες γενήσεσθαι. Αὗται δὲ αἱ ὁδοί τοσούτου δέουσιν ἄγειν τοὺς ἀνθρώπους πρὸς τὴν εὐδαιμονίαν ὥστε αὐτοὺς ἀφιστᾶσιν ἀπ᾽ αὐτῆς.

Τῇ γὰρ εὐδαιμονίᾳ μᾶλλον συμφέροι ἂν τὸ παιδεύειν τὰ τῆς τε ψυχῆς καὶ τὰ τοῦ νοῦ. Ὅστις ἄν οὖν ἁπλῶς δέχηται τὸ κάλλος καὶ τὴν ἁρμονίαν τοῦ κόσμου, καὶ δίκην τῶν τ᾽ ἀρχαίων καὶ φιλοσοφῶν ἐνθυμεῖσθαι δυνατὸς γίγνηται καὶ αὐτῷ τὸ θείον τοῦ κόσμου ἀποκαλύπτηται, οὕτος δὴ εὐρήσεται ῥᾶον οὐ μόνον τὴν ἀληθείαν ἀλλὰ καὶ τὴν ἀρχὴν καὶ ῥίζαν τῆς εὐδαιμονίας.

Σωκράτης

᾿Αληθῆ λέγεις.

Φαῖδρος

Τοιγαροῦν ὁ Ἀνδρέας, φιλόξενός τε καὶ μεγαλοπρεπής ὤν, συγκαλεῖ πρὸς τὸ Ἑλληνικὸν Εἰδύλλιον ἐν μεγάλῳ κήπῳ κείμενον πλήσιον τῆς θαλάττης, παντοδαποὺς ἀθρώπους, ξένους βουλομένους ἀναπαύεσθαι, ἀλλοὺς τ᾽ὁδοιπόρους καὶ κρουματοποιούς, ὧν οἱ μὲν εἰσιν κατ' ἐμπειρίαν μουσικοί, οἱ δὲ κατὰ τέχνην, καὶ ᾠδούς, οἳ ἐν τῷ κήπῳ τῷ μεταξὺ τῶν οἰκοδομημάτων ἐν μέσῳ ὄντι κρούσουσι καὶ ᾄσονται ὡς τέρψοντες τοὺς παρόντας, ὕστερον δὲ καὶ φιλοσόφους ὠς φιλοσοφικὰς διατριβὰς μετ᾽ἀλλήλων διατρίψοντας. Καὶ δὴ καὶ θαυμαστή τοι καὶ πάντων ἄλλων διαφερούσα ἡ διδασκαλία τῆς ἀρχαίας ἑλληνικῆς γλώττης , ἣ κατὰ τὸ πάλαι ἔθος ἡμῶν φιλεῖ γίγνεσθαι καὶ εἰς αὐτὴν φοιτῶσιν πάντες σπουδαῖοι καὶ σπουδαίαι φιλέλληνες ὡς συναττικίσοντες.

Σωκράτης

Ποία δὲ γίγνεται ἡ διδασκαλία;

Φαῖδρος

∆ὶς τοι τῆς ἡμέρας ἐν τόπῳ χαρίεντι τοῦ κήπου συλλεγόμεθα καὶ ἀναγιγνώσκομεν γράμματα ἀρχαῖα ἐξηγούμενοι αὐτά κατὰ τὸ ἔθος τῶν φιλολόγων.

Σωκράτης

Θαυμάσιον γ᾽, ὦ φίλε. Οὐδὲν γὰρ τοιοῦτον, ὅσα γε τὰ νῦν ἐμοὶ δοκοῦντα, πώποτ᾽εἶδον. Ἄρ᾽ ὑπάρχει καὶ ἄλλοθι τι ὅμοιον ;

Φαῖδρος

Οὐ μὰ τὸν Θεόν. Ὅστις γὰρ ἂν χρόνον τινὰ ἐκεῖ διατρίψῃ, ἐρεῖ σοι τοιοῦτον τόπον ὅτι οὐδαμοῦ γῆς ὑπάρχει, εἰ μὴ ἐν τοῖς Σελιανιτικοῖς τῆς Ἑλλάδος παρ᾽ Ἀνδρέας Δρεκὶς.

More Informationen by:

Andreas Drekis
Hellenikon Idyllion
GR. -25100
Selianitika, Egion
info@idyllion.eu
Tel.: 0030 26910 72488
Mobil: 0030 6972 263 356

 

 

Video with photos by GREEK choral music

 http://www.idyllion.eu/images/content_images/Bildershow%20Franz%C3%B6sisch.mp4