-" ?> Χώρα

Περὶ ἡμῶν

Πάντα     Ἱστορία     Χώρα

Τὸ ἡμέτερον Ἑλληνικὸν Εἰδύλλιον παρὰ τῷ χωρίῳ Σελιανιτίκοις κεῖται καὶ ἐγγὺς τοῦ πλησίον χωρίου Λόγγου. Ἄμφω δὲ τὰ χωρία κάλλιστα τῶν μεταξὺ Πατρῶν καὶ Κορίνθου νομίζεται.

Τοῦτο δὲ συμβαίνει ὅτι τὰ Σελιανίτικα καίπερ ξένων πολλῶν ἐπιφοιτώντων τὴν ἀρχαίαν φύσιν διεφύλαξε καὶ ὅτι ἐν μέσῃ τῇ Ἑλλάδι παρὰ τῷ Κορινθιακῷ κόλπῳ καλῶς κεῖται. Ἐπεὶ δὲ οἱ πλεῖστοι τῶν ξένων Ἕλληνές εἰσιν, τὰ Σελιανίτικα καὶ ὁ Λόγγος καὶ ἐν τῷ θέρει τὴν ἰδίαν ἑλληνικὴν χάριν διασῴζουσιν.

Karte mit der Einzeichnung von Selianitika

Ἄξιον δέ ἐστι θαυμάζειν ὅτι ἐν τοῖς ἐνοικοῦσι ἔτι ἰδίους τινὰς τρόπους εὑρίσκει τις. Οἷον τὸν ἁλιέα Αἰμίλιον, ὃς μετὰ τὴν ἄγραν τοὺς ἰχθῦς εὐθὺς ἐκ τοῦ πλοίου πωλεῖ καὶ τοὺς ξένους ἐν τῷ ἑαυτοῦ πλοιαρίῳ εἰς τὴν ἀντιπέρας νῆσον κομίζει, ἔνθα ἔξεστιν ὁδοιπορεῖν καὶ ἰχθῦς νεωστὶ ἡλωκότας καὶ ἐχίνους ἐσθίειν. Ἔνδοξος δέ ἐστι καὶ ὁ ἡμέτερος ἀρτοποιός, ὃς τὸν ἄρτον ἔτι ἐν τῷ παλαιῷ κλιβάνῳ ὀπτᾷ.

Πρὸς δὲ τούτοις τὸ παντοπωλεῖον καὶ τὰ τῶν λαχάνων καὶ κρεῶν καὶ ἰχθύων πωλεῖα πολλὰ καὶ ἀγαθὰ παρέχουσιν. Ἔστι δὲ καὶ φαρμακοπωλεῖον καὶ βιβλιοπωλεῖον μετὰ διεθνοῦς ἐφημερίδος. Ἡ δὲ πλησίον πόλις Αἴγιον ἓξ στάδια, αἱ δὲ Πάτραι τριάκοντα στάδια ἀπέχουσιν.

Ὁ δὲ βίος ἐν τοῖς Σελιανιτίκοις καὶ ἐν τῷ χειμῶνι διαμένει. Τὰ δὲ καπηλεῖα δι' ὅλου τοῦ ἐνιαυτοῦ νωπὰ ἑλληνικὰ ἐδέσματα παρέχει καὶ ἐν τοῖς σαββάτοις πρὸς τὸν Συρτάκιον χορόν, μελούσης μουσικῆς, καλοῦσιν. Εὐδίας δὲ οὔσης οἱ ἄνθρωποι ἐν τῇ ἀγορᾷ παρὰ τῇ θαλάττῃ συνέρχονται ἢ παρὰ τῷ αἰγιαλῷ περιπατοῦσι τῆς ἀντιπέρας ἠπείρου ἀπολαύοντες. Ἔξεστι δὲ καὶ ἐν τῇ θαλάττῃ λούεσθαι· ὁ γὰρ αἰγιαλός ἐστι ψαμμώδης τε καὶ χαλικώδης.

Τοῖς δὲ μακρότερον ὁδοιπορεῖν βουλομένοις πολλὰς ὁδοὺς ἐν τῇ τῶν λόφων καὶ ἀρχαιολογίας πλήρει χώρᾳ παρεσκευάσαμεν.

Καὶ τοὺς ἀρχαίους τόπους, οἷον τὴν Ὀλυμπίαν, τὴν Κόρινθον, τὰς Μυκήνας, τοὺς Δελφούς, τὴν Ἐπίδαυρον ἢ τὴν Ἀκρόπολιν καὶ τὰς Ἀθήνας, ἐν μιᾷ ἡμέρᾳ δι' ὀχήματος ἢ σιδηροδρόμου ἀφικέσθαι καὶ θεωρεῖν ἔξεστιν. Ἐν δὲ τῷ θέρει ἔξεστιν ἑσπέρας ἐν τῷ ὑπαιθρίῳ ἀγγλιστὶ λαλοῦντι κινηματογράφῳ τέρπεσθαι. Χορεῖα δὲ καὶ τόποι τινὲς τέρψεως παρὰ τῷ χωρίῳ εἰσίν.

Strand von LogosDer Strand vor dem Hellenikon Idyllion

Ὁ τοῦ Λόγγου αἰγιαλὸς μετὰ τῶν Σελιανιτίκων ἐν τῷ ὄπισθεν καὶ ὁ πρὸ τοῦ Ἑλληνικοῦ Εἰδυλλίου αἰγιαλὸς ἐκ τῶν Σελιανιτίκων πεφωτογραφημένος.

Blick auf SelianitikaBoot am Strand von Selianitika

Ἡ τῶν Σελιανιτίκων θέα ἐκ πλοίου, τὸ δὲ Ἑλληνικὸν Εἰδύλλιον σχεδόν που ἐν μέσῳ τῷ αἰγιαλῷ κεῖται.

Taverne in SelianitikaTaverne in Selianitika

Τὸ ἑλληνικὸν χωρίον Σελιανίτικα καὶ τὰ ἐκεῖ καπηλεῖα παρὰ τῷ αἰγιαλῷ ὑπὸ εὐκαλύπτοις.

griechisches Fischgericht BurgettoPalmen am Strand von Selianitika

Μπουργέτο, ἡδέως ἐσθιόμενον ἔδεσμα ἐκ τῶν Σελιανιτίκων, ὃ ἐν τοῖς πλησίον καπηλείοις παρὰ τῷ αἰγιαλῷ παρέχεται.

Ἄνω