Πράξεις
Πράξεις
Πρόγραμμα 2020 καὶ 2021 Τῇ ὀγδόῃ τοῦ Μαΐου
Τῇ πεντεκαιδεκάτῃ τοῦ Νοεμβρίου 2020 !
Τὸ ἔτος 2020 πᾶσιν ἡμῖν ἴδιόν ἐστιν. Οἱ μὲν χειμερινοὶ ξένοι διὰ τὴν νόσον ἐπὶ πλείονα χρόνον ἔμενον, οἱ δὲ πρῶτοι ξένοι πολὺ ὕστερον ἀφίκοντο καὶ μέρος τοῦ προγράμματος εἰς τὸ ἐπιὸν ἔτος μετετέθη. Καίπερ δὲ τῆς νόσου οὔσης, ἤδη τινὰς ξένους δέξασθαι ἐξῆν: Τὸν τῆς ἀρχαίας ἑλληνικῆς γλώττης κύκλον ὑπὸ Φλωριάνου Φάιχτ (Florian Feicht), μέρη τῆς ὀρχήστρας "Musica Viva" ἐκ Λειψίας καὶ τὴν "Belcanto Academy". Χαίρομεν ὅτι οἱ ξένοι ἡμῶν πάλιν ἐν τῷ κήπῳ μουσικὴν ποιοῦσι καὶ διαλέγονται.
Πάντοτε μαθήματα ἐντατικὰ τῆς ἀρχαίας καὶ νέας ἑλληνικῆς γλώττης
εὐώνως καὶ κατὰ συνθήκην!
Μαθήματα ἐντατικὰ τῆς ἀρχαίας ἑλληνικῆς γλώττης ἄνευ ὡρισμένων χρόνων καὶ πρὸς τὴν τοῦ "Graecum" ἐξέτασιν ὡς καὶ πρὸς τὴν νέαν ἑλληνικὴν γλώττην πάντοτε κατὰ συνθήκην!! Τοῖς μὲν τὴν ἀρχαίαν ἑλληνικὴν εἰδόσιν (ἰδίως διδακτικῶς ἡρμοσμένα) τοῖς δὲ ἀρχομένοις προσηκόντως!
Διδάσκει ἡ Ἀντωνία Κυρίλου, φιλόλογος ἑλληνική. Πρᾶξις εὐεργετικὴ τοῦ Ἑλληνικοῦ Εἰδυλλίου ἐν συνεργασίᾳ μετὰ τοῦ συλλόγου epiStoa.
Τοῖς τὴν ἀρχαίαν ἑλληνικὴν γιγνώσκουσιν εὐπετέστερόν ἐστι τὴν νέαν ἑλληνικὴν μανθάνειν. Ἐπεὶ γὰρ τὰ γράμματα καὶ τὰ ὀνόματα ἤδη γιγνώσκεται, οὐκ ἀνάγκη ἐξ ἀρχῆς μανθάνειν. Ἡ δὲ τῆς νέας καὶ τῆς ἀρχαίας ἑλληνικῆς φωνῆς διαφορὰ μεγάλη ἐστίν, ὡς ἐν τοῖς πλείστοις τῆς Εὐρώπης ἔθνεσι διδάσκεται. Οὗτος ὁ κύκλος ταῦτα θεωρεῖ καὶ ταχεῖαν μάθησιν τῆς νέας ἑλληνικῆς παρέχει.
Ἡ διδασκαλία διὰ κοινῶν ἑσπερῶν μετὰ ἀρχαίων ἐδεσμάτων καὶ μουσικῶν ἤχων πλουτίζεται.
Εἰσγραφὴ καὶ παρὰ Ἀνδρέου Δρέκη (Andreas Drekis) Hellenikon Idyllion: info@idyllion.eu Τηλ. 0030 6972263356
ἢ παρὰ epiStoa http://www.epistoa.eu
Ἡ δὲ "epiStoa" ἐστὶν εὐρωπαϊκή τις ὁρμή, ἥτις τὰς εὐρωπαϊκὰς ἀρετὰς - τὰ ἀνθρώπινα δίκαια, τὴν δημοκρατίαν καὶ τὴν τοῦ νόμου ἰσχύν - θεραπεύειν καὶ προάγειν βούλεται, ὡς καὶ τὴν τῶν ἀρχαίων γλωσσῶν δύναμιν ἐν τῇ νῦν Εὐρώπῃ.
Ἆρα καὶ σὺ τούτων τῶν σκοπῶν μετέχεις; Ἐνθάδε γνώσῃ πῶς ἂν εἰς τὴν κοινωνίαν εἰσέλθοις ἢ μέλος γένοιο.
Τῇ ὀκτωκαιδεκάτῃ τοῦ Ἰουλίου - τῇ τρίτῃ τοῦ Αὐγούστου 2020
Ἀττικιστὶ διαλέγεσθαι καὶ φιλοσοφεῖν σήμερον! (Ἔτος εἰκοστὸν ὄγδοον!)
Ἀττικιστὶ διαλεγόμεθα καὶ περὶ τῶν τοῦ Πλάτωνος, Ἰσοκράτους, Μπετόβεν, Μότσαρτ καὶ Θεοδωράκη διανοημάτων σκοποῦμεν. Ὁ κύκλος οὗτος ἤδη ὀκτὼ καὶ εἴκοσι ἔτη ἐν τῷ κήπῳ τῶν Μουσῶν γίγνεται.
ΑΤΤΙΚΙΣΤΙ ΦΙΛΟΣΟΦΕΙΝ ΣΗΜΕΡΟΝ 2020 EN ΤΩΙ ΚΗΠΩΙ ΤΩΝ ΜΟΥΣΩΝ
TΕΡΨΙΣ ΤΩΝ ΤΗΝ ΑΤΤΙΚΗΝ ΦΩΝΗΝ ΔΙΔΑΣΚΟΝΤΩΝ, ΣΠΟΥΔΑΖΟΝΤΩΝ ΚΑΙ ΝΥΝ ΤΟ ΦΙΛΟΣΟΦΕΙΝ TΙΜΩΝΤΩΝ!
Ἀττικιστὶ διαλέγεσθαι - όκτώ καί εἴκοσι ἔτη - ἐν τῷ κήπῳ τῶν Μουσῶν -
ἀναγνωσόμεθα ποιητὰς λυρικοὺς, οἷον Ἱππώνακτα, Ἀρχίλοχον καὶ ἄλλους πολλούς.
We will read lyric poets, like Hipponax, Archilochus and many more.
Σωκράτης
Ὦ φίλε Φαῖδρε, ποῖ δὴ καὶ πόθεν;
Φαῖδρος
Παρὰ τοῦ Ἀνδρέας Δρεκίς, ὦ Σώκρατες, πορεύομαι δὲ πρὸς αἰγιαλὸν ἔξω του κήπου συχνὸν γὰρ ἐκεῖ διέτριψα χρόνον καθήμενος ἐξ ἑωθινοῦ. Οὐκοῦν βούλομαι περιπατεῖν τι.
Σωκράτης
Καλῶς γάρ, ὦ ἑταῖρε, ποιεῖς. Ἀτὰρ εἰς Ἀνδρέας, ὡς ἔοικεν, φοιτᾷς.
Φαῖδρος
Πάνυ γε, μετεῖχον γὰρ τῆς διδασκαλίας τῆς ἀρχαίας ἑλληνικῆς γλώττης ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ.
Σωκράτης
Τί ἐστι τὸ Ἑλληνικὸν Εἰδύλλιον ;
Φαῖδρος
Πρὸς ταύτην τὴν ἐρώτησιν πολλὰς ἀποκρίσεις ποιοίμην ἄν.
Σωκράτης
Ἀποκρινοῖο ἄν.
Φαῖδρος
Καὶ μήν, ὦ Σώκρατες, ἀρέσκοι ἄν γέ σοι τὸ χωρίον · πρῶτον μὲν γὰα ἀναπαυτήρια οἰκήματα καὶ καταγώγιον καὶ σμικρὸν πανεπιστήμιον καὶ Ἀκαδημεία μουσουργοῖς ἐστίν. Πρὸς δὲ τούτοις, ἐπιτήδειος ἐστι τόπος πᾶσιν, ὅσοι περὶ τὰς τέχνας σπουδάζουσιν οἷον περὶ τὴν μουσικὴν ἢ τὴν γραφικὴν ἢ τῆν δραματικὴν.
Σωκράτης
Πάντα δὴ ταῦτα, ὦ φίλε Φαῖδρε, θαυμαστὰ καὶ ἄριστα γε φαίνεται, ἀλλ᾽ὅ τι τὸ Ἑλληνικὸν Εἰδύλλιον ὄντως ἐστὶν οὐ δοκεῖς μοι σαφέστερον πω ὁρίσαι. Ἄρ᾽ ἔχεις εἰπεῖν τί τῷ ὄντι τυγχάνει ὂν αὐτὸ, καὶ τοῦ ἕνεκα ;
Φαῖδρος
Ἀλλ᾽οὐκ ἔχω ὅ τι ἀποκρίνωμαί σοι. Καίτοι μυριάκις γε περὶ τοῦ Ἐλληνικοῦ Εἰδυλλίου παμπόλλους λόγους εἴρηκα καὶ πρὸς πολλούς, καὶ πάνυ εὖ, ὥς γε ἐμαυτῷ ἐδόκουν· νῦν δὲ οὐδ' ὅ τι ἐστι τὸ παράπαν ἔχω εἰπεῖν. Οὐδὲν ἧττον ἐγὼ δή σοι πειράσομαι διηγεῖσθαι· Τὸ μὲν οὖν Ἑλληνικὸν Εἰδύλλιον ἐξέπλησε, ὡς ἔπος εἶπειν, τὸ ὄναρ τὸ τοῦ κτίστου καὶ κύριου καὶ ἐπιστάτου τοῦ κήπου, Ἀνδρέας Δρεκὶς τοὔνομα.
Εὐθὺς γὰρ δὴ νέος ὤν, συνέγνω μὲν ὅτι σχεδὸν καὶ ἰδίᾳ ἑκάστῳ καὶ κοινῇ πᾶσι άνθρώποις σκοπός τις εἴη καὶ τοῦτ᾽ ἐστὶν ἐν κεφαλαίῳ εἰπεῖν ἡ εὐδαιμονία. Οἱ πολλοὶ δὲ, ὠς αὐτῷ ἐδόκουν, πλανῶνται ζητοῦντες τὰ πρὸς αὐτὴν, ἡγούμενοι πλούτῳ καὶ ἐξουσίᾳ καὶ δόξᾳ εὐδαίμονες γενήσεσθαι. Αὗται δὲ αἱ ὁδοί τοσούτου δέουσιν ἄγειν τοὺς ἀνθρώπους πρὸς τὴν εὐδαιμονίαν ὥστε αὐτοὺς ἀφιστᾶσιν ἀπ᾽ αὐτῆς.
Τῇ γὰρ εὐδαιμονίᾳ μᾶλλον συμφέροι ἂν τὸ παιδεύειν τὰ τῆς τε ψυχῆς καὶ τὰ τοῦ νοῦ. Ὅστις ἄν οὖν ἁπλῶς δέχηται τὸ κάλλος καὶ τὴν ἁρμονίαν τοῦ κόσμου, καὶ δίκην τῶν τ᾽ ἀρχαίων καὶ φιλοσοφῶν ἐνθυμεῖσθαι δυνατὸς γίγνηται καὶ αὐτῷ τὸ θείον τοῦ κόσμου ἀποκαλύπτηται, οὕτος δὴ εὐρήσεται ῥᾶον οὐ μόνον τὴν ἀληθείαν ἀλλὰ καὶ τὴν ἀρχὴν καὶ ῥίζαν τῆς εὐδαιμονίας.
Σωκράτης
᾿Αληθῆ λέγεις.
Φαῖδρος
Τοιγαροῦν ὁ Ἀνδρέας, φιλόξενός τε καὶ μεγαλοπρεπής ὤν, συγκαλεῖ πρὸς τὸ Ἑλληνικὸν Εἰδύλλιον ἐν μεγάλῳ κήπῳ κείμενον πλήσιον τῆς θαλάττης, παντοδαποὺς ἀθρώπους, ξένους βουλομένους ἀναπαύεσθαι, ἀλλοὺς τ᾽ὁδοιπόρους καὶ κρουματοποιούς, ὧν οἱ μὲν εἰσιν κατ' ἐμπειρίαν μουσικοί, οἱ δὲ κατὰ τέχνην, καὶ ᾠδούς, οἳ ἐν τῷ κήπῳ τῷ μεταξὺ τῶν οἰκοδομημάτων ἐν μέσῳ ὄντι κρούσουσι καὶ ᾄσονται ὡς τέρψοντες τοὺς παρόντας, ὕστερον δὲ καὶ φιλοσόφους ὠς φιλοσοφικὰς διατριβὰς μετ᾽ἀλλήλων διατρίψοντας. Καὶ δὴ καὶ θαυμαστή τοι καὶ πάντων ἄλλων διαφερούσα ἡ διδασκαλία τῆς ἀρχαίας ἑλληνικῆς γλώττης , ἣ κατὰ τὸ πάλαι ἔθος ἡμῶν φιλεῖ γίγνεσθαι καὶ εἰς αὐτὴν φοιτῶσιν πάντες σπουδαῖοι καὶ σπουδαίαι φιλέλληνες ὡς συναττικίσοντες.
Σωκράτης
Ποία δὲ γίγνεται ἡ διδασκαλία;
Φαῖδρος
∆ὶς τοι τῆς ἡμέρας ἐν τόπῳ χαρίεντι τοῦ κήπου συλλεγόμεθα καὶ ἀναγιγνώσκομεν γράμματα ἀρχαῖα ἐξηγούμενοι αὐτά κατὰ τὸ ἔθος τῶν φιλολόγων.
Σωκράτης
Θαυμάσιον γ᾽, ὦ φίλε. Οὐδὲν γὰρ τοιοῦτον, ὅσα γε τὰ νῦν ἐμοὶ δοκοῦντα, πώποτ᾽εἶδον. Ἄρ᾽ ὑπάρχει καὶ ἄλλοθι τι ὅμοιον ;
Φαῖδρος
Οὐ μὰ τὸν Θεόν. Ὅστις γὰρ ἂν χρόνον τινὰ ἐκεῖ διατρίψῃ, ἐρεῖ σοι τοιοῦτον τόπον ὅτι οὐδαμοῦ γῆς ὑπάρχει, εἰ μὴ ἐν τοῖς Σελιανιτικοῖς τῆς Ἑλλάδος παρ᾽ Ἀνδρέας Δρεκὶς.
Πλείονες πληροφορίαι παρὰ:
Andreas Drekis
Hellenikon Idyllion
GR. -25100
Selianitika, Egion
info@idyllion.eu
Tel.: 0030 26910 72488
Mobil: 0030 6972 263 356
Αἰτήσαντος ἐν τοῖς τοῦ θέρους μησίν
Περιήγησις ἀρχαιολογικὴ θαυμαστὴ ἀγγλιστὶ
Ἀρχαιολογικὴ περιήγησις – Ἡ ἀνευρεθεῖσα πόλις Ἑλίκη
Ἐπίσκεψις καὶ ξενάγηση εἰς τὸν ἀρχαιολογικὸν τόπον καὶ τὸ ἐργαστήριον συντηρήσεως.
Τὸ Ἑλληνικὸν Εἰδύλλιον τοῖς ξένοις παρέχει τὴν μεγάλην εὐκαιρίαν μετέχειν θαυμαστῆς ἀρχαιολογικῆς ὁδοιπορίας. Ἡ ὁδοιπορία περιλαμβάνει ἐπίσκεψιν καὶ ξενάγησιν εἰς τὴν ἀρχαίαν Ἑλίκην καὶ τὸ ἐργαστήριον συντηρήσεως ἐν τῷ νῦν χωρίῳ Ἑλίκῃ, ὅπερ τὸ ὄνομα τῆς ἀρχαίας πρωτευούσης διασώζει.
Μετὰ δὲ τὴν ἐπίσκεψιν, δειπνήσομεν ἐν μιᾷ τῶν παρὰ τῇ θαλάττῃ ταβερνῶν καὶ διαλεξόμεθα μετὰ τῆς διευθυντρίας τοῦ ἔργου τῆς Ἑλίκης, τῆς καθηγητρίας Δώρας Κατσωνοπούλου, περὶ τῆς ἱστορίας καὶ ἀρχαιολογίας τοῦ τόπου. Μάνθανε παρὰ τῶν ἐπιστημόνων!
Βραχέα περὶ τῆς Ἑλίκης: Ἡ ἀρχαία Ἑλίκη ἔκειτο πρὸς τῇ μεσημβρινῇ ἀκτῇ τοῦ Κορινθιακού κόλπου πλησίον τοῦ Αἰγίου ἐν τῇ Ἀχαΐᾳ. Ἐκτίσθη δὲ ἐν τοῖς Μυκηναϊκοῖς χρόνοις (ΙΔ΄ αἰὼν π.Χ.) ὑπὸ τοῦ Ἴωνος καὶ ἐγένετο πρωτεύουσα τῶν δώδεκα πόλεων τῆς ἀρχαίας Ἀχαΐας. Ἐν δὲ τῇ γῇ αὐτῆς ἦν τὸ λαμπρὸν ἱερὸν τοῦ Ποσειδῶνος Ἑλικωνίου, ὅπερ καὶ ὁ Ὅμηρος ὀνομάζει. Ἡ τοῦ θεοῦ κεφαλὴ ἐν τοῖς χαλκοῖς καὶ ἀργυροῖς νομίσμασι τῆς Ἑλίκης ὁρᾶται (εἰκὼν κάτωθεν).
Ἡ κλασσικὴ πόλις Ἑλίκη κατεστράφη τῷ ἔτει 373 π.Χ. ὑπὸ βιαίου σεισμοῦ, ὅπερ τοὺς ἀρχαίους πάνυ ἐξέπληξεν. Ἡ δὲ τῆς Ἑλίκης συμφορὰ δοκεῖ τῷ Πλάτωνι ἐρεθισμὸν δοῦναι πρὸς τὴν τῆς Ἀτλαντίδος διήγησιν. Αἱ δὲ ἀνασκαφαὶ ὑπὸ τῆς καθηγητρίας Δώρας Κατσωνοπούλου ἔδειξαν ὅτι ἡ Ἑλίκη πάλιν ᾠκίσθη μετὰ τὸν σεισμόν. Ἐπισκεψόμεθα τὸ ἐργαστήριον βαφῆς, ὅπερ μόνον σώζεται ἐκ τοῦ Γ΄ αἰῶνος π.Χ. ἐν πάσῃ τῇ Μεσογείῳ.
Πλείονες πληροφορίαι περὶ τοῦ ἔργου τῆς Ἑλίκης: www.helikeproject.gr
Τῇ εἰκοστῇ ἕκτῃ τοῦ Ἰουλίου - τῇ δευτέρᾳ τοῦ Αὐγούστου 2020
Μέρη τῆς ὀρχήστρας "Musica Viva" ἐκ Λειψίας ἡμᾶς ἐπισκέπτεται
Ἡ τῆς ὀρχήστρας ἄφιξις ἔδει μὲν παύσασθαι, ἀλλά τινες τῶν μουσικῶν τῇ ὑφ᾽ ἡμῶν εὐώνῳ τιμῇ ἐχρήσαντο ὅπως μουσικὰς διατριβὰς μετὰ τῆς οἰκογενείας ποιήσωνται.
https://www.youtube.com/watch?v=xuASJal0hfk&list=PLn8ns2S3mkTvXneLZqEDDGbIXSi-ISkcv&index=2
Μελέτη μετὰ συναυλίας τῇ πρώτῃ τοῦ Αὐγούστου τοῖσδε τοῖς ἔργοις:
Ἰωσὴφ Βέρντι (Giuseppe Verdi) – Εἰσαγωγὴ „Ἡ τῆς εἱμαρμένης ἰσχύς“ (Originalpartitur)
Ἀντωνίνου Ντβόρζακ (Antonin Dvorak) – Ἐνάτη Συμφωνία (Schülerpartitur)
Νίκου Σκαλκώτα – ἐκ τῶν πέντε ἑλληνικῶν χορῶν – Ἠπειρωτικός
καὶ ἄλλοις πολλοῖς!
Θεᾶσθε ἐν τῷ Instagram πῶς ἡ ὀρχήστρα ἐν τῷ κήπῳ ἡμῶν μελετᾷ
Ἡ ὀρχήστρα δωματίου "Musica Viva" ὀρχήστρα ἐστὶν ἰδιωτῶν καὶ σύγκειται ἐκ φοιτητῶν καὶ ἐργαζομένων μουσόφιλων, ἀπὸ εἴκοσι ἕως πλέον τεσσαράκοντα ἐτῶν, οἳ ἐν τῷ ἐλευθέρῳ χρόνῳ χαίρουσι κοινῇ μουσικὴν ποιοῦντες. Τὸ σύστημα τοῦτο ἐκτίσθη τῷ ἔτει 1994 ὡς σχολικὴ ὀρχήστρα τοῦ Friedrich-List-Gymnasium ἐν Λειψίᾳ. Τῷ ἔτει 1998 ἡ ὀρχήστρα μετέβη εἰς τὸ Humboldt-Schule.
Ἐν τῷ Humboldt-Schule ἐν τῷ παρελθόντι τακτικῶς συναυλίαι μετὰ τῆς τῶν νέων καὶ παίδων χορείας ἐγίγνοντο. Μεγάλα ἔργα ἦσαν ἡ τοῦ Γκλοὺκ (Gluck) "Ὀρφεὺς καὶ Εὐρυδίκη" ἐν τῷ Schauspielhaus ἐν Λειψίᾳ (2005) καὶ ἡ τοῦ Ὄφενμπαχ (Offenbach) "Ὀρφεὺς ἐν τῷ ᾅδῃ" (2010) κοινῇ μετὰ τῆς τῶν νέων χορείας τοῦ γυμνασίου.
Πρὸς δὲ ταῖς τακτικαῖς συναυλίαις ἐν μεγάλῃ συντάξει, παίζομεν ἐν διαφόροις πράξεσιν ἐν ἐλάττονι συντάξει, οἷον ὡς τετράς.
Τὸ ἡμέτερον ῥεπερτόριον περιλαμβάνει μάλιστα κλασσικὰ ἔργα, ἀλλὰ καὶ μουσικὴν ταινιῶν καὶ εὔθυμον μουσικήν. Τῷ ἔτει 2001 ἐπορεύθημεν εἰς Ἰβάνοβο, τριακόσια χιλιόμετρα πρὸς ἀνατολὰς τῆς Μόσχας. Ἐν τῷ ῥωσσικῷ Φεστιβάλ Φοίνικος (Feuervogelfestival) τὸ πρῶτον βραβεῖον ἐν τῇ τάξει τῶν συλλογικῶν ὀρχηστρῶν ἐλάβομεν. Αἱ συναυλίαι ἡμῶν γίγνονται πρὸς τῇ αὐλῇ τοῦ Humboldt-Schule ἐν διαφόροις ἐκκλησίαις ἐν Λειψίᾳ καὶ περὶ αὐτήν. Ἄλλαι συναυλίαι ἤγαγον ἡμᾶς εἰς Schloss Sonnenstein, Melteritz, Osterzgebirgsmuseum Schloss Lauenstein ἢ Schloss Bellevue.
Πάντοτε ζητοῦμεν νέους μουσικοὺς πάντων τῶν τάξεων, οἳ κοινῇ μετὰ τῆς παιδείας καὶ τῆς ἐργασίας τὴν μουσικὴν τέχνην θεραπεύειν βούλονται.
Ἀπὸ τοῦ Δεκεμβρίου 2018 ἡ ὀρχήστρα ἡμῶν ὑπὸ Ἀριστείδου Στρογγύλη (Aristides Strongylis), γενομένου τῷ ἔτει 1974 ἐν Ἀθήναις, καλλιτεχνικῶς διευθύνεται. Ὁ Ἀριστείδης Στρογγύλης ἐμάνθανε κιθάραν καὶ μουσικὴν ἐν Ἀθήναις καὶ σύνθεσιν ἐν τῇ ἐν Λειψίᾳ σχολῇ μουσικῆς καὶ θεάτρου "Felix Mendelssohn Bartholdy" παρὰ Ζίγκφριντ Θίλε (Siegfried Thiele) καὶ Δημητρίῳ Τερζάκῃ (Dimitri Terzakis). Σπουδαῖα ἐρεθίσματα τῇ συνθέσει ἔλαβε παρὰ μεγάλων ἀνδρῶν οἷον Jonathan Harvey, Peter Eötvös καὶ Kaija Saariaho. Πρὸς δὲ τούτοις ἐν τῷ χρόνῳ τῆς παιδείας καὶ ἰδίᾳ παρὰ Johannes-Erdmann Ruddies καὶ Tobias Engeli τὴν διεύθυνσιν ἐμάνθανεν.
Ἀριστείδης Στρογγύλης, συνθέτης καὶ διδάσκαλος συνθέσεως: www.strongylis.com
https://www.youtube.com/playlist?list=PLn8ns2S3mkTvXneLZqEDDGbIXSi-ISkcv
Τῇ πέμπτῃ - τῇ πεντεκαιδεκάτῃ τοῦ Αὐγούστου 2020
Ἡ Belcanto Academy ἡμᾶς τὸ δεύτερον ἐπισκέπτεται. Ὑπὸ τῇ διευθύνσει τῆς Francesca Micarelli καὶ τοῦ Massimo Lambertini ἀοιδοὶ ὄπερας καὶ μουσικοὶ κλειδοκυμβάλου τὸν κῆπον ἡμῶν μουσικῆς πληροῦσιν. Οἱ ἀοιδοὶ καὶ οἱ μουσικοὶ μελετῶσιν ᾄσματα ἐκ δραμάτων μουσικῶν καὶ ἱερῶν ἔργων.
Συναυλία τῇ τρισκαιδεκάτῃ τοῦ Αὐγούστου – Εἴσοδος ἐλευθέρα! Ἀρχόμεθα τῆς συναυλίας τοῖς μουσικοῖς κλειδοκυμβάλου, οἳ κλασσικὰ ἔργα παίξουσι. Μετὰ δὲ ταῦτα κοινῇ περιπατοῦμεν εἰς Λόγγον, ὅπου τῶν ἀοιδῶν ἀκουόμεθα. Ἀρχὴ ὥρᾳ ὀγδόῃ ἑσπέρας.
Ἐφέπεσθε ἡμῖν ἐν τῷ Instagram καὶ Facebook ὅπως μέρη τῶν συναυλιῶν ἀκούητε!
Ἐνθάδε ἐστὶν ἡ ἐν τῷ Facebook σελὶς τῆς Ἀκαδημείας:
https://www.facebook.com/belcantoacademylevicoterme/
Francesca Micarelli
Τῇ ἕκτῃ καὶ εἰκοστῇ τοῦ Ἰουλίου - τῇ δευτέρᾳ τοῦ Αὐγούστου 2020
Μέρη τῆς ὀρχήστρας "Musica Viva" ἐκ Λειψίας (Leipzig) ἡμᾶς ἐπισκέπτονται

Συναυλία τῇ πρώτῃ τοῦ Αὐγούστου μετὰ ἔργων τοῦ Giuseppe Verdi (La Forza del Destino), τοῦ Antonin Dvorak (9. Συμφωνία), τοῦ Νίκου Σκαλκώτα (Ἐπειρωτικός) κ.ἄ. Ἀπὸ τοῦ ἔτους 2018 ἡ ὀρχήστρα ὑπὸ τῇ καλλιτεχνικῇ διευθύνσει τοῦ Ἀριστείδου Στρογγύλη ἐστίν. Ὁ Ἀριστείδης Στρογγύλης ἐγεννήθη τῷ 1974 ἐν Ἀθήναις καὶ ἐσπούδασε σύνθεσιν ἐν Λειψίᾳ.
Τῇ πέμπτῃ - τῇ πεντεκαιδεκάτῃ τοῦ Αὐγούστου 2020
Ἡ Belcanto Akademy ἡμᾶς τὸ δεύτερον ἐπισκέπτεται
Ὑπὸ τῇ διευθύνσει τῆς Francesca Micarelli καὶ τοῦ Massimo Lambertini ᾠδοὶ καὶ κλειδοκυμβαλισταὶ τὸν κῆπον μουσικῆς πληροῦσιν. Συναυλία τῇ τρισκαιδεκάτῃ τοῦ Αὐγούστου. Εἴσοδος ἐλευθέρα!

Τῇ ἑπτακαιδεκάτῃ τοῦ Αὐγούστου - τῇ τρισκαιδεκάτῃ τοῦ Σεπτεμβρίου 2020
Δωρεὰν μαθήματα κλειδοκυμβάλου καὶ βιολίου τοῖς ἀρχομένοις μετὰ τῆς Βασιλικῆς Ἀναγνωστοπούλου-Σταματοπούλου (γερμανιστὶ ἢ ἑλληνιστί)
Τῇ εἰκοστῇ πέμπτῃ τοῦ Αὐγούστου - τῇ ἑβδόμῃ τοῦ Σεπτεμβρίου
Ἡ Yael Schüler ὑποκρίνεται τὸ τοῦ Aharon Appelfeld μυθιστόρημα "Ὁ ἀνὴρ ὃς οὐκ ἐπαύετο καθεύδων" ὡς μόνη ὑπόκρισις ἐν τῷ κήπῳ ἡμῶν!
Ὁ ὕπνος καὶ αἱ τοῦ ὕπνου ταραχαὶ σήμερον σπουδαῖόν ἐστι θέμα τοῖς νέοις φυγάσιν. Ὁ συγγραφεὺς Aharon Appelfeld ἐν τῷ βίῳ αὐτοῦ τὰ παθήματα τοῦ δευτέρου παγκοσμίου πολέμου ἐπεξεργάζεται. Γενόμενος τῷ ἔτει 1932 ἐν Czernowitz περιεγένετο τῶν διωγμῶν καὶ τοῦ πολέμου ἵνα τῷ ἔτει 1946 εἰς Παλαιστίνην πορευθῇ. Τὸ μυθιστόρημα περὶ νέου τινός ἐστιν, ὃς τὴν παιδείαν, τὴν γένεσιν καὶ τὴν οἰκογένειαν ἀπόλλυσιν.
Ἡ Yael Schüler ὑπόκρισιν ποιεῖ, ἣ πέρα τοῦ πολιτικοῦ καὶ ἱστορικοῦ θιγγάνει.
Τῇ δευτέρᾳ τοῦ Σεπτεμβρίου, ὥρᾳ ὀγδόῃ ἑσπέρας, Εἴσοδος ἐλευθέρα!
Τῇ ἐνάτῃ τοῦ Σεπτεμβρίου - τῇ ἐνάτῃ τοῦ Ὀκτωβρίου 2020
Δωρεὰν μαθήματα κλειδοκυμβάλου καὶ ἀκκορντεὸν μετὰ τῆς Svea Westphal
Ἡ Svea μεγάλην μουσικὴν παιδείαν ἔχει: μαθήματα ἀκκορντεὸν ἀπὸ τοῦ ἔτους 2007, κλειδοκυμβάλου ἀπὸ τοῦ ἔτους 2019, χοροῦ ἀπὸ τοῦ ἔτους 2004, κιθάρας ἀπὸ τοῦ ἔτους 2019, διευθύνσεως χορείας ἀπὸ τοῦ ἔτους 2019. Πολλὰ βραβεῖα ἔλαβε, οἷον τὸ πρῶτον βραβεῖον ἐν τῷ ἀγῶνι EnviaM, τὸ πρῶτον βραβεῖον Klassik-Slam, τὸ πρῶτον βραβεῖον Akkordeon-Musik-Preis, τὸ δεύτερον βραβεῖον Jugend musiziert.
Εἰ βούλεσθε μαθήματα ἢ κοινὴν μουσικὴν μετὰ τῆς Svea Westphal, παρακαλοῦμεν εἰσγράφετε παρὰ Ἀνδρέου Δρέκη: info@idyllion.eu
Τῇ ἐννεακαιδεκάτῃ - τῇ εἰκοστῇ ἑβδόμῃ τοῦ Σεπτεμβρίου 2020
Yoga & Cantienica, Εὐεξία διὰ δραστικῆς γυμνασίας τοῦ σώματος
Ἐν τῷ πέμπτῳ ἔτει μετὰ τῆς Sigrid Westenfelder, Cantienica καὶ Anja C. Deckenbach
Ἐν παραδείσῳ τινὶ κήπῳ παρὰ τῇ θαλάττῃ οἰκοῦμεν. Ὁ κύκλος τέσσαρας ὥρας καθ' ἡμέραν γίγνεται, μία δὲ ἡμέρα ἐλευθέρα ἐστίν. Ἱκανὸς χρόνος ἐστὶ λούεσθαι καὶ τὴν χώραν περιηγεῖσθαι. Ἡ λίμνη Τσιβλὸς καὶ ἀρχαῖοι τόποι οἷον Δελφοὶ καὶ Μυκῆναι ἡμᾶς δέχονται.
Πλείονες πληροφορίαι καὶ ἐπικοινωνία ἐν:
www.sigrid-westenfelder.de (Sigrid Westenfelder)
Τηλ.: 0176-96904536 (Anja C. Deckenbach)
Ἡ Cantienica®-μέθοδος κράτιστον σωματικὸν γυμνάσιόν ἐστιν. Ἀκριβεῖς κινήσεις ἰσχυροποιοῦσι καὶ συνδέουσι τοὺς μῦς. Χρόνον λαμβάνομεν τὰς ἀνατομικὰς δομὰς αἰσθάνεσθαι καὶ τὴν ἡμετέραν στάσιν νέαν ποιεῖν. Ἡ σπονδυλικὴ στήλη ἰσχὺν εὑρίσκει.
Ἡ Yoga καὶ ἡ μελέτη πρᾶα καὶ θρεπτικά ἐστιν. Τὴν προσοχὴν ἡμῶν εἴσω ἄγουσι καὶ ἡμᾶς δέχονται ὡς ἐσμέν. Ἡ δὲ ἔκτασις εἰς τὸ βάθος δρᾷ, οἱ δὲ μῦς λύονται καὶ ἡ ζωτικὴ ἐνέργεια ἐγείρεται. Ἡσυχίαν καὶ ἰσορροπίαν αἰσθανόμεθα.
Τῇ εἰκοστῇ πέμπτῃ τοῦ Ὀκτωβρίου 2020 - τῇ τριακοστῇ τοῦ Ἀπριλίου 2021
Τὸ Klangmobil μετὰ τοῦ Maximilian König - Τὸ κινητὸν ἐργαστήριον ἤχου!
Βούλει τὰς διατριβὰς καὶ τὴν μουσικὴν παραγωγὴν συνάπτειν; Βούλει ἐν τῇ φύσει ἢ ἐν τῷ τόπῳ τῆς ἐμπνεύσεως τὴν μουσικὴν ἐγγράφειν; Ἢ βούλει βίντεο μουσικὸν ποιεῖν καὶ τὴν μουσικὴν ζῶσαν ἐγγράφειν;
Μετὰ τοῦ klangmobil ἐξῆν ἡσύχως καὶ δημιουργικῶς ἐργάζεσθαι! Τὸ σὸν ᾄσμα μετὰ τῆς τῆς φύσεως μαγείας ποιεῖς, ὅπου ἄλλοι διατρίβουσιν.
Ἡ ἐμὴ προσφορὰ διὰ μουσικὴν παραγωγὴν τοῦ σοῦ ᾄσματος ἐν τῷ Klangmobil:
Ἀπὸ τῆς πρώτης διανοίας ἕως τὸ τέλος ὁ Max μετὰ τοῦ klangmobil σοὶ πάρεστιν. Ἡ παραγωγὴ ὑπὸ ἐμπείρου τεχνικοῦ ἤχου, μουσικοῦ καὶ παραγωγοῦ βοηθεῖται. Διὰ πάσης τῆς πράξεως τῆς παραγωγῆς ἄγῃ.
Ὁ Max ἔχει τὴν τέχνην καὶ τὸ πάθος τὴν σὴν διάνοιαν, τὴν σύνθεσιν ἢ τὸ ᾄσμα ποιεῖν.
Τὸ Klangmobil κινητὸν ἐργαστήριον ἤχου ἐστὶ διὰ ἐπαγγελματικὰς Low-Budget-παραγωγὰς μουσικῆς ἢ λόγου.
Πάντα παρ᾽ ἑνός, ζῶντα ἐν τῷ τόπῳ καὶ εὐώνως.
Εἰ δὲ σπουδάζεις ταῦτα, ἐπίσκεψαι τὴν ἐμὴν ἱστοσελίδα: http://www.das-klangmobil.de/
καὶ γράψον νῦν: an: mailto:info@das-klangmobil.de
Τῇ πρώτῃ τοῦ Νοεμβρίου - τῇ τριακοστῇ τοῦ Ἀπριλίου 2021
Ὡς ἀεὶ προσφέρομεν ὑμῖν εὐώνους διατριβὰς διὰ τὸν χειμῶνα! Πλείονες πληροφορίαι ἐν Χειμερινὸν ἔργον
Φύγετε τὸν χειμῶνα καὶ οἰκεῖτε ἐν πράῳ καιρῷ παρὰ τῇ ἑλληνικῇ θαλάττῃ ἐν τῷ κήπῳ τῶν Μουσῶν. Τὸ Ἑλληνικὸν Εἰδύλλιον ἴδιον χειμερινὸν ἔργον παρέχει πᾶσιν, οἳ ἐν καλῷ καὶ δημιουργικῷ περιβάλλοντι τὴν ἁρμονικὴν καὶ δημιουργικὴν ἰσχὺν αὔξειν βούλονται.
Μαρτυρία τις ἐν τῷ βιβλίῳ τῶν ξένων:"Χειμὼν ἐν Σελιανιτικοῖς
Ποῖος καλὸς χρόνος ὄπισθεν ἡμῶν: Ἡ Οὐρσούλα καὶ ἐγὼ τέσσαρας καὶ ἥμισυ μῆνας ἐν τῷ παραδείσῳ κήπῳ "Hellenikon Idyllion" ἦμεν... Πάντα οὕτω καὶ ἔτι κάλλιον ἦν ὡς ὁ Ἀνδρέας Δρεκὶς ἐν τῷ τηλεφώνῳ ἔλεγε. Εἴχομεν ἐν τούτῳ τῷ χρόνῳ τὸ ἔργον αὐτοῦ φυλάττειν καὶ τοὺς ξένους δέχεσθαι. Μετὰ τῆς βοηθείας τοῦ Ἀνδρέου ἐξ Ἀθηνῶν, τοῦ Πέτρου τοῦ κηπουροῦ καὶ πιστῶν τεχνιτῶν τέρψις ἦν.
Ἐμὲ δὲ καθ' ἡμέραν ἡ ἐπὶ τῷ κλειδοκυμβάλῳ μελέτη ἔτερπεν. Ἡ Οὐρσούλα καὶ ἐγὼ βεβαιούμεθα: τῷ ἐπιόντι χειμῶνι 2020/2021 τὸ τρίτον ἔτος πάλιν ἐρχόμεθα...
Andreas Lamey"
Ἡ Οὐρσούλα καὶ ὁ Ἀνδρέας ἤδη τὸ τρίτον τὸν χειμῶνα ἐν τῷ κήπῳ τῶν Μουσῶν διάξουσι!
Τῇ τρίτῃ - τέλει τοῦ Νοεμβρίου 2020
Ὁ διδάσκαλος κλειδοκυμβάλου Andreas König ἡμᾶς ἐπισκέπτεται! Ὁ κύριος König μαθήματα κλειδοκυμβάλου δώσει καὶ χαίρει ταῖς μουσικαῖς ἑσπέραις καὶ τῷ κοινῷ μουσουργεῖν.
(2002-2006) Παιδεία ἐν Würzburg (Prof. Erich Appel).
(2006-2009) Παιδεία ἐν Φρανκφούρτῃ (Prof. Lev Natochenny).
(2009-2011) Παιδεία ἐν Μαδρίτῃ.
Διδάσκαλος κλειδοκυμβάλου καὶ μουσικῆς δωματίου ἐν Μαδρίτῃ (2012-2020).
Ἰδιωτικὰ μαθήματα ἀπὸ τοῦ ἔτους 2011.
Συναυλίαι μετὰ τῆς ὀρχήστρας τοῦ Βερολίνου, τῆς Βαρσοβίας καὶ τῆς Νυρεμβέργης.
Βραβεῖα ἐν διαφόροις ἀγῶνι μουσικῆς (Jugend musiziert, Steinway, Porto, Lissabon).
Εἰ δὲ σπουδάζεις ταῦτα, γράψον: info@andreaskoenig.es
Τῇ πρώτῃ τοῦ Νοεμβρίου - τέλει τοῦ Μαρτίου 2021
Ἡ Monika Altenstädter προσφέρει:
Παιδαγωγίαν γερμανιστί
Μασάζ (ἀνάπαυσις τῆς ῥάχεως), 30 λεπτά
Μασάζ ὤμων καὶ αὐχένος, 20 λεπτά
Κοινὴν μαγειρικήν
Πέψιν πλακούντων χριστουγεννιάτικων
Εἰσαγωγὴν εἰς τὴν μελέτην (Meditation)
Πλείονες πληροφορίαι παρ᾽ ἡμῖν: info@idyllion.eu καὶ παρὰ monika.altenstaedter@hotmail.de
Μικρὸν βίντεο περὶ τοῦ Hellenikon Idyllion
https://youtu.be/97VoE96O4dcκαὶ νῦν ... βίντεο μετὰ εἰκόνων
https://www.youtube.com/watch?v=qmP2FDj8d6Q&t=90s
Τὰ δὲ τοῦ προγράμματος 2020 μέρη εἰς τὸ ἐπιὸν ἔτος 2021 μετετέθη:
Τῇ τρισκαιδεκάτῃ τοῦ Ἰανουαρίου - τῇ εἰκοστῇ τοῦ Μαρτίου 2020
Μαθήματα γραφικῆς μετὰ τοῦ Christian Pietschiny
Μαθήματα γραφικῆς καὶ ἄλλα τοῖς ξένοις τοῦ Hellenikon Idyllion, καθ' ἡμέραν μία ὥρα δωρεάν ἐστιν!
Ὁ Pietschiny ἐξεῦρε τρόπον καλλιτεχνικῆς ἐκφράσεως διὰ τῶν FLOW-εἰκόνων. Αὗται αἱ εἰκόνες τὴν ἐνέργειαν ἐκ τῆς τοῦ ποιεῖν στιγμῆς λαμβάνουσιν. Τοῦτό ἐστι τὸ FLOW, ὃ ὁ Mihaly Csikszentmihalyi, διδάσκαλος τῆς εὐδαιμονίας, "τὸ τῆς εὐδαιμονίας κρυπτόν" καλεῖ. Ἐν ἁπλῷ καὶ παιγνιώδει τρόπῳ τέχνας ἐν σοὶ εὑρήσεις, ἃς ἴσως οὐκ ᾔδεις καὶ αἳ εὐδαίμονα ἐπιρροὴν τῷ σῷ βίῳ ἔχουσι.
Ἀπογραφὴ παρὰ τῷ Christian Pietschiny pietschiny@gmail.com
Τηλ.: 0049 171 7750777
PIETSCHINY - ART OF FLOW
.jpg)
Βιογραφία: Ὁ Pietschiny ἐγεννήθη τῷ 1964 ἐν Landshut παρὰ τῷ Μονάχῳ. Ἐν δὲ τῷ σχολείῳ τὰ τῆς γραφικῆς μαθήματα οὐκ ἠγάπα, ὅτι οὐκ ἐξῆν αὐτῷ γράφειν ἃ ἐβούλετο. Ὕστερον δὲ ἀρχιτεκτονικὴν ἐσπούδασεν. Τριακονταέτης δὲ γενόμενος τὴν καλλιτεχνικὴν ὁδὸν εἵλετο, ἥτις τῷ 1994 ἐν ταῖς Ἡνωμέναις Πολιτείαις ἤρξατο. Μετὰ δὲ ταῦτα ἐν τῇ Cote d'Azur διέτριβεν, οὗ τὴν Yamoon-γραφικὴν ἐξεῦρεν. Πολλαὶ δὲ ἐκθέσεις διεθνεῖς ἐγένοντο. Τῷ δὲ 2007 εἰς Coswig παρὰ τῷ Βερολίνῳ μετῴκησεν, οὗ μέγαν οἶκον ὡς ἐργαστήριον ἔχει. Πλείονα δὲ ἐν τοῖς αὐτοῦ βιβλίοις εὑρήσετε.
Τῇ πρώτῃ τοῦ Μαρτίου - τῇ πεντεκαιδεκάτῃ τοῦ Ἀπριλίου
Λόγος - Κίνησις - Σχῆμα - Παιδιά μετὰ τῆς Elke Irene Scheuffele
Ὁ λόγος μουσική ἐστι, πλάσις, εἰκών, τῆς ἡμετέρας ἰδιότητος ἔκφρασις. Ἐν τῇ ποιήσει παντὸς χρόνου μέγας θησαυρός ἐστιν, ὃν διὰ τῆς περὶ τοὺς φθόγγους, τὰς συλλαβάς, τοὺς ῥυθμοὺς μελέτης νέον ἐξευρεῖν καὶ αἰσθάνεσθαι ἔξεστιν. Τῷ λόγῳ πειρασόμεθα, τὸ σῶμα ὡς ὄργανον παιδεύοντες, τὴν πνοὴν εὐρύνοντες καὶ παίζοντες διαφόρους ἐκφράσεως τρόπους εὑρίσκοντες. Elke Irene Scheuffele: Ὑποκρίτρια, ἀναγνώστρια, καλλιτεχνικὴ θεραπεύτρια, πολλὰ ἔτη ὑποκρινομένη, ἀναγιγνώσκουσα καὶ θεραπεύουσα ἐν τῇ γερμανικῇ, ἀγγλική, ὁλλανδικῇ καὶ πορτογαλλικῇ γλώττῃ.
Τῇ τετάρτῃ - τῇ ἑνδεκάτῃ τοῦ Ἀπριλίου 2020 (μετετέθη εἰς τὴν εἰκοστὴν ἑβδόμην τοῦ Μαρτίου - τὴν τρίτην τοῦ Ἀπριλίου 2021)
Μάθημα κλειδοκυμβάλου καὶ συνοδεία ᾠδῆς μετὰ τῶν διδασκάλων Ellen Kaufmann (κλειδοκύμβαλον) καὶ Sam Hylton (Jazz-κλειδοκύμβαλον/αὐτοσχεδιασμός), ἐν τῷ πέμπτῳ ἔτει.

Πρόγραμμα: Μελέτη προπαρεσκευασμένων μελῶν, συνοδεία κλειδοκυμβάλου τοῖς ᾄδουσι, Jazz-κλειδοκύμβαλον τοῖς ἀρχομένοις καὶ τοῖς προήκουσιν. Σχολή: Περιήγησις τῆς παραθαλαττίας καὶ οἰνοφόρου χώρας, ἐπίσκεψις τῶν ὀρεινῶν χωρίων καὶ μονῶν. Κοινὴ ἐκδρομὴ εἰς τοὺς ἐγγὺς ἀρχαίους τόπους (Δελφοί, Μυκῆναι, Ἐπίδαυρος, Ὀλυμπία) μετὰ τοῦ Dr. M. A. Newid. Πληροφορίαι καὶ ἐγγραφή: el-kaufmann@t-online.de καὶ Samihylton@gmail.com
Τῇ τεσσαρεσκαιδεκάτῃ - τῇ εἰκοστῇ δευτέρᾳ τοῦ Ἀπριλίου
"Σχῆμα καὶ Βάθος" - Μάθημα γραφικῆς μετὰ τῆς Miriam Vogt ἐν τῷ τετάρτῳ ἔτει.
Γραφικὴ μελέτη πρὸ τοῖν δυοῖν λιθίνοιν ἰπνοῖν ὑπὸ τῇ ἀμπέλῳ. Μαρτυρία τις ἐν τῷ βιβλίῳ τῶν ξένων: "Μεγάλη χάρις σοί, ὦ Μιριάμ, διὰ τὰς ἐμπνεούσας ἡμέρας ταύτας ἐν τῷ τόπῳ τούτῳ... Τὸν σελήνην ἐκ τοῦ ὕδατος ἀνατέλλουσαν εἴδομεν, τὰ ῥόδα τοῦ ἔαρος ἐθαυμάσαμεν, συναυλίας καὶ ἀφορισμῶν Ἀριστοτέλους ἠκούσαμεν... Ἀνδρέα, χάριν ἔχομέν σοι τῆς φιλοξενίας!" Πληροφορίαι καὶ ἐγγραφή: miriamvogt@hotmail.ch
Τῇ πέμπτῃ - τῇ τρισκαιδεκάτῃ τοῦ Ἀπριλίου 2020
DUO UMBRIA: Franziska Steinecke – κλειδοκύμβαλον, Marco Onofri – βιολίον, βιόλα καὶ ᾠδή

Franziska Steinecke: (ἐγεννήθη τῷ 1980 ἐν Magdeburg). Ἐσπούδασε κλειδοκύμβαλον ἐν Tromsø (Νορβηγία) καὶ Terni (Ἰταλία). Τῷ δὲ 2015 τὸ αὑτῆς Master-studium μετὰ ἀρίστης δόξης ἐτελείωσεν. Νῦν δὲ ἐν Thale (Γερμανία) οἰκεῖ καὶ ὡς διδασκάλισσα κλειδοκυμβάλου ἐργάζεται.
Marco Onofri: (ἐγεννήθη τῷ 1966 ἐν Terni). Ἀπὸ τοῦ 2015 μετὰ τῆς Steinecke ἐν τῷ Duo Umbria μουσίζει. Ἐσπούδασε βιολίον, ᾠδήν, διεύθυνσιν καὶ σύνθεσιν. Ἀπὸ δὲ τοῦ 1984 ὡς συνθέτης, μουσουργός, βιολιστὴς καὶ βιολιστὴς βιόλας ἐν πολλαῖς ὀρχήστραις τῆς Ἰταλίας εἰργάσατο, πλείους ἢ ὀκτακοσίας συναυλίας ποιήσας.
Συναυλία τῇ κυριακῇ τῇ ἐνάτῃ τοῦ Ἀπριλίου 2020 ἑσπέρας ὥρᾳ ἑβδόμῃ ἐν τῷ τῶν Μουσῶν κήπῳ. Εἴσοδος ἐλευθέρα!
Πρόγραμμα:
Alessandro Scarlatti: O cessate di piagarmi (ᾄσμα) (1660-1725) (Ἢ παύσασθε λυποῦντές με)
Ludwig van Beethoven: Ich liebe dich (ᾄσμα) (1770-1827), Σονάτα βιολίου καὶ κλειδοκυμβάλου Op. 24 (F-Dur) "Spring" (Allegro)
S. Di Capua – V. Russo: I’ te vurria vasà! (ᾄσμα νεαπολιτικόν) (Φιλῆσαί σε βούλομαι!)
Fritz Kreisler: Liebesleid (1875-1962), Προοίμιον καὶ Ἀλλέγρο κατὰ τὸν Gaetano Pugnani
E.A. Mario: Santa Lucia (ᾄσμα νεαπολιτικόν) (Τόπος τις καλὸς παρὰ Νεάπολιν)
Niccolò Paganini: Cantabile (1782-1840)
E.Di Paola, S.Taccani-U.Bertini: Chella llà (ᾄσμα νεαπολιτικόν) (Ἐκείνη)
Herman Rechberger: ἐκ τῶν „Seven Cat Songs“ (ᾄσματα αἰλούρων) (γεν. 1947): The cats dance in the night / The cat with the golden bell
Καὶ δύο ἑλληνικὰ ᾄσματα τοῦ Μίκη Θεοδωράκη.
Τῇ δευτέρᾳ - τῇ ἐνάτῃ τοῦ Ἰουνίου 2020
Χορεία παίδων ἐκ Λευκορωσσίας (Belarus)
Τῇ εἰκοστῇ τοῦ Ἰουνίου - τῇ τετάρτῃ τοῦ Ἰουλίου 2020
Σύστημα βιολίου Strings in Motion μετὰ συναυλιῶν
Συναυλίαι ἐν τῷ κήπῳ ἡμῶν καὶ ἐν τῷ ἀρχαίῳ θεάτρῳ τῆς Αἰγείρας.
Τῇ ὀγδόῃ - τῇ ὀκτωκαιδεκάτῃ τοῦ Ἰουλίου 2020
Μουσικὴ μελέτη μετὰ τοῦ διευθυντοῦ Federico Ferrari καὶ τῶν αὐτοῦ διδασκάλων
Συμφωνικὴ μουσικὴ καὶ μουσικὴ δωματίου ἐν τῷ τῶν Μουσῶν κήπῳ παρὰ τῇ ἑλληνικῇ θαλάττῃ. Πληροφορίαι: Mareike Kaiser, m-ka@mail.de
Τῇ δευτέρᾳ - τῇ ἑκκαιδεκάτῃ τοῦ Αὐγούστου 2020
ᾌδειν καὶ Χορεύειν μετὰ τῆς Ulrike Ernemann (ᾠδή) καὶ τῆς Heike Schlegel (χορός).
Τῇ πεντεκαιδεκάτῃ - τῇ ἕκτῃ καὶ εἰκοστῇ τοῦ Ἰουνίου 2020
Θεατρικὴ ὁμὰς παίδων ἐκ Ρωσσίας
Τῇ δεκάτῃ - τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ Σεπτεμβρίου 2020
Μάθημα βιολίου καὶ μουσικὴ δωματίου μετὰ τῆς Swantje Asche-Tauscher
Βιογραφία: Ἡ Swantje Asche-Tauscher εἰς ἐκείνην τὴν γενεὰν τῶν νέων Γερμανίδων βιολιστριῶν προσήκει, αἳ διὰ τὴν "ἐκφραστικὴν καὶ εὔφωνον μουσικὴν" τέρπουσι. Μάλιστα δὲ τὴν μουσικὴν δωματίου ἀγαπᾷ. Μετὰ τοῦ αὑτῆς Duo Marcanto ἀπὸ τοῦ 2014 ἐν τῇ Stiftung Live Music Now ἐστιν. Μουσικαὶ δὲ ἑορταί, οἷον τὸ Payerbach-Festival καὶ Bazzano Festival, αὐτὴν ὡς μουσικὸν δωματίου ἐκάλεσαν. Συναυλίαι δὲ αὐτὴν τὴν ἐκ Stuttgart ὁρμωμένην ἤδη εἰς Κίναν, Νότιον Ἀφρικὴν καὶ διαφόρους χώρας τῆς Εὐρώπης ἤγαγον.
Τῇ εἰκοστῇ ὀγδόῃ τοῦ Σεπτεμβρίου - τῇ δεκάτῃ τοῦ Ὀκτωβρίου 2020
Ἡ νεανικὴ ὁμὰς LA VOLTA μετὰ ἐντάτων ὀργάνων καὶ παντοίων κρουστῶν

Ὑπὸ τῇ διευθύνσει τοῦ Jürgen Hübscher ἡ LA VOLTA (ἐκ τῆς χώρας Basel) μεγάλην δόξαν ἐν πολλαῖς περιοδείαις καὶ ἀγῶσι μουσικῆς ἔλαβεν (ἐν Καναδᾷ, Δανίᾳ, Νορβηγίᾳ, Γερμανίᾳ, Γαλλίᾳ, Ἰταλίᾳ, Αὐστρίᾳ, Ῥωσσίᾳ, Ἑλβετίᾳ, Ἰσπανίᾳ, Ἡνωμέναις Πολιτείαις κ.ἄ.). Ἡ ὁμὰς ἔχει 6-7 νέους (13-22 ἐτῶν). Τὸ δὲ πρόγραμμα παντοῖόν ἐστι: μουσικὴ τῆς ἀναγεννήσεως καὶ τοῦ μπαρόκ (Barock), διεθνὴς λαϊκὴ μουσική, Musica Popular Brasileira, Ragtime κ.ἄ. Πληροφορίαι ἐν: www.la-volta.com
Τῇ ἑπτακαιδεκάτῃ - τῇ εἰκοστῇ τρίτῃ τοῦ Ὀκτωβρίου 2020 (μετετέθη εἰς τὴν εἰκοστὴν ὀγδόην τοῦ Αὐγούστου - τὴν τετάρτην τοῦ Σεπτεμβρίου 2021)
Ἡ νεανικὴ συμφωνικὴ ὀρχήστρα τῆς Λειψίας (Leipzig) ὑπὸ τῇ διευθύνσει τοῦ Ron Entleutner ἤδη τὸ ἕβδομον ἔτος παρ' ἡμῖν ἐστιν!
Τῇ ἑβδόμῃ - τῇ εἰκοστῇ πρώτῃ τοῦ Νοεμβρίου 2020
Μουσικὴ δωματίου μετὰ τοῦ Egino Klepper (διδάσκαλος μουσικῆς καὶ κλειδοκυμβάλου ἐν Φρανκφούρτῃ).
Μετὰ τοῦ ἡμετέρου Newsletter βουλόμεθα ὑμᾶς περὶ τῶν ἔργων εὐκαίρως διδάσκειν!
Παρακαλοῦμεν εἴπατε ἡμῖν εἰ πότε τὴν ἀρχαίαν ἑλληνικὴν ἐμάθετε - ἀνεξαρτήτως τοῦ χρόνου!