-" ?> Πρόγραμμα 2012

Ἔργα

Ἀττικιστὶ φιλοσοφεῖν     Χοροί, ὀρχῆστραι, δημιουργικαὶ ὁμάδες

Προγράμματα     Ἀγῶνες      Χειμερινὸν ἔργον      Ἐντυπώσεις

2010 2011 2012 2013 2014 2015 2016 2017 2018 2019 2020 2021 2022 2023 2024 2025 2026 2027 2028

Πέντε ἔργα εὐεργεσίας διὰ τὰ ἔτη 2012+2013
     ↓ α) Διεθνὴς ἀγὼν "Ἀγὼν Ἁρμονίας"
     ↓ β) Μουσικὸν καὶ πολιτιστικὸν ἔαρ ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ
     ↓ γ) Ἔργον διὰ χοροὺς καὶ ὀρχήστρας
     ↓ δ) Ἔργον διὰ μαθητάς
     ↓ ε) Καινὸν ἐν τῷδε τῷ ἔτει: Ἔργα διὰ τοὺς τῆς ἀρχαιολογίας φοιτητάς
Σεπτέμβριος
Αὔγουστος
Ἰούλιος
Μάιος

Πέντε ἔργα εὐεργεσίας διὰ τὰ ἔτη 2012+2013

α) Διεθνὴς ἀγὼν "Ἀγὼν Ἁρμονίας" 2012

Καὶ ἐν τῷδε τῷ ἔτει αὖθις ὁ διεθνὴς ἡμῶν ἀγὼν "Ἀγὼν Ἁρμονίας", ὃς τῷ παρελθόντι ἔτει πρῶτον εὖ ἐγένετο, γίγνεται. Καλοῦμεν δὲ τούς τε μαθητὰς καὶ τοὺς τελείους τοὺς ἑαυτῶν δημιουργικοὺς λόγους ἢ ποιήματα ἡμῖν πέμπειν. Σκοπὸς γὰρ τοῦ ἀγῶνος ἡ τῆς κλασικῆς ἑλληνικῆς γραμματείας καὶ φιλοσοφίας εὐεργεσία διὰ ποιητικῆς καὶ μουσικῆς ἐστιν. Ἐνθάδε εὑρήσετε πάντα τὰ τῆς ἐφετεινῆς προκηρύξεως τοῦ Ἀγῶνος Ἁρμονίας. Ἡ δὲ προθεσμία τῆς πέμψεώς ἐστιν ἡ 31η Μαΐου 2012.
Τὰ ποιήματα καὶ τὰς συνθέσεις τούτου τοῦ ἔργου τοῦ ἔτους 2011 εὑρήσετε ἐνθάδε.
Ἐὰν βούλησθε ἐρωτᾶν τι, ἔξεστιν ὑμῖν ἀεὶ ἐπικοινωνεῖν ἡμῖν διὰ τοῦ hellenikon@idyllion.gr

Ἄνω

β) Μουσικὸν καὶ πολιτιστικὸν ἔαρ ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ

Ἆρα φιλεῖτε ᾄδειν ἢ μουσικόν τι ὄργανον κρούειν; ἢ εἰ μὴ ὑμεῖς, ἆρα φίλοι τινὲς ἢ παῖδες ὑμῶν; Τότε δὴ καλοῦμεν ὑμᾶς ἀπὸ τοῦ Μαρτίου τελευτῶντος μέχρι τοῦ Μαΐου μεσοῦντος ἐπὶ μίαν ἢ τέτταρας ἑβδομάδας εἰς τὸ Ἑλληνικὸν Εἰδύλλιον ἥκειν ἐπὶ τιμαῖς ἐξαιρέτοις. Τὸ γὰρ ἔαρ ἐπιγιγνόμενον ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ αἰσθάνεσθαι θαυμαστόν ἐστιν, ἄλλως τε καὶ ἐὰν μετὰ μουσικῆς καὶ πολιτιστικῆς συνόδου συνάπτηται.
Πλείονα περὶ τούτου τοῦ μουσικοῦ καὶ πολιτιστικοῦ ἔργου μαθήσεσθε ἐνθάδε.
Ἐὰν βούλησθε ἐρωτᾶν τι, ἔξεστιν ὑμῖν ἀεὶ ἐπικοινωνεῖν ἡμῖν διὰ τοῦ hellenikon@idyllion.gr

Ἄνω

γ) Ἔργον διὰ χοροὺς καὶ ὀρχήστρας

Ἐν τῷ πλαισίῳ τοῦ ἡμετέρου ἔργου εὐεργεσίας "Ἑλίκη Ἀθάνατος" καλοῦμεν ὀρχήστρας καὶ χοροὺς εἰς τὸ Ἑλληνικὸν Εἰδύλλιον, ὅπως μίαν τῶν δύο ἐν τῷ ἡμετέρῳ ἀγῶνι τοῦ ἔτους 2010 βεβραβευμένων μελοποιϊῶν περὶ τῆς καταποθείσης ἀρχαίας πόλεως Ἑλίκης πρῶτον διδάξωσιν. Ἡ διατριβὴ τῆς ὀρχήστρας εὐεργετεῖται διὰ δωρεὰν καταλύσεως ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ ἐπὶ δύο ἢ τρεῖς ἑβδομάδας μέχρι 75 προσώπων. Οὕτως ἔχετε τὴν ἐξουσίαν τὴν μελοποιΐαν αὐτοῦ ἐν Ἑλλάδι μελετᾶν καὶ ἐν πολλοῖς ἀρχαίοις θεάτροις τοῖς ἐγγὺς οὖσιν ἐπιδείκνυσθαι.
Πλείονα περὶ τούτου τοῦ καινοτόμου ἔργου εὑρήσετε ἐνθάδε.
Ἐὰν βούλησθε ἐρωτᾶν τι, ἔξεστιν ὑμῖν ἀεὶ ἐπικοινωνεῖν ἡμῖν διὰ τοῦ hellenikon@idyllion.gr

Ἄνω

δ) Ἔργον διὰ μαθητάς

Ἐν τῷ πλαισίῳ τοῦ ἡμετέρου ἔργου εὐεργεσίας "Ἑλίκη Ἀθάνατος" καλοῦμεν μαθητὰς εἰς τὸ Ἑλληνικὸν Εἰδύλλιον, ὅπως τὸ δρᾶμα τῆς μελοποιΐας "Ἑλίκη Ἀθάνατος" (ἐν βραχυτέρᾳ καὶ διὰ μαθητὰς πεποιημένῃ μορφῇ) κατὰ τὴν ἐν Σελιανιτίκοις διατριβὴν ἀπαγγέλλωσιν. Ἡ διατριβὴ τῶν μαθητῶν εὐεργετεῖται διὰ δωρεὰν καταλύσεως ἐπὶ μίαν ἑβδομάδα ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ μέχρι 32 προσώπων. Οὕτως ἔχετε τὴν ἐξουσίαν τὸ δρᾶμα αὐτοῦ ἐν Ἑλλάδι μελετᾶν καὶ ἐπιδείκνυσθαι.
Πλείονα περὶ τούτου τοῦ σπουδαίου ἔργου εὑρήσετε ἐνθάδε.
Ἐὰν βούλησθε ἐρωτᾶν τι, ἔξεστιν ὑμῖν ἀεὶ ἐπικοινωνεῖν ἡμῖν διὰ τοῦ hellenikon@idyllion.gr

Ἄνω

ε) Καινὸν ἐν τῷδε τῷ ἔτει: Ἔργα διὰ τοὺς τῆς ἀρχαιολογίας φοιτητάς

Τὸ ἡμέτερον νεώτατον ἔργον εὐεργεσίας ἀποβλέπει εἰς τοὺς τῆς ἀρχαιολογίας φοιτητάς. Παρέχομεν μικρᾷ ὁμάδι φοιτητῶν δωρεὰν κατάλυσιν ἐπὶ δύο ἢ τρεῖς ἑβδομάδας ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ, ἐὰν ἐν τούτῳ τῷ χρόνῳ ἀρχαῖον κλίβανον ἐκ πηλοῦ ἢ ἐλαιοτριβεῖον ἢ κέραμον (καὶ τροχὸν κεραμικόν) ἐν τῷ ἡμετέρῳ κήπῳ κατασκευάζωσιν. Ἀκριβῆ περιγραφὴν τοῦ ἔργου εὑρήσετε ἐνθάδε. Πρὸς τούτοις ἔξεστι μετασχεῖν ἀρχαιολογικῆς πρακτικῆς μελέτης ἐν τοῖς μησὶν Ἰουλίῳ καὶ Αὐγούστῳ ἐν ταῖς ἀνασκαφαῖς ταῖς ἀπεχούσαις 12 χιλιόμετρα τοῦ Ἑλληνικοῦ Εἰδυλλίου πρὸς ἀνεύρεσιν τῆς καταποθείσης πόλεως Ἑλίκης ὑπὸ τῆς ἀρχαιολόγου Δρ. Δώρας Κατσωνοπούλου. Πλείονα περὶ τούτου τοῦ καινοῦ ἔργου εὑρήσετε ἐν http://www.helikeproject.gr/
Ἐὰν βούλησθε ἐρωτᾶν τι, ἔξεστιν ὑμῖν ἀεὶ ἐπικοινωνεῖν ἡμῖν διὰ τοῦ hellenikon@idyllion.gr

Ἄνω

01 Ἰουλίου - 01 Σεπτεμβρίου
Πρότυπον μάθημα ᾠδικῆς

Ἤδη τὸ ἐννεακαιδέκατον μετὰ τῆς Jagna Sokorska Kwika, περιλαμβάνον τέτταρας ἑσπέρας ᾀσμάτων.

Jagna Sokorska Kwika, καθηγήτρια ἐν τῷ Πανεπιστημίῳ Essen
Τηλ./Φάξ: +49 (0)2098 38 87
Ἠλ. ταχ.: Sebastian.Kwika@Minenkolonie.org
http://www.sokorska-kwika.de/

Ἄνω

29 Ἰουλίου - 12 Αὐγούστου
Ἑλληνιστὶ φθέγγεσθαι καὶ νοήματα θεῖα θεωρεῖν


Ἄνω

22-29 Ἰουλίου
Ἡ νεανικὴ συμφωνικὴ ὀρχήστρα τῆς μουσικῆς σχολῆς Λειψίας (Leipzig)

Ἐν τῇ τελευταίᾳ ἑβδομάδι τοῦ Ἰουλίου ἡ γνωστὴ νεανικὴ συμφωνικὴ ὀρχήστρα τῆς μουσικῆς σχολῆς Λειψίας τὸ τρίτον ἡμᾶς ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ ἐπισκέψεται.

Ἡγεμών: Ron-Dirk Entleutner
Ἡ ὀρχήστρα ἐν τῷ Facebook

Jugendsymphonieorchester der Musikschule Leipzig

09-15 Ἰουλίου
Ἡ νεανικὴ συμφωνικὴ ὀρχήστρα Mittleres Rheintal καὶ ἡ νεανικὴ ὀρχήστρα Wil (Ἑλβετία)

Ἡ νεανικὴ συμφωνικὴ ὀρχήστρα Mittleres Rheintal ξενισθήσεται ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ.

Ἡγεμών: Markus Pferscher
Πλείονα περὶ τῆς ὀρχήστρας μαθήσεσθε ἐν τῇ ἱστοσελίδι αὐτῶν.

Ἡγεμών: Martin Baur
Πλείονα περὶ τῆς ὀρχήστρας μαθήσεσθε ἐν τῇ ἱστοσελίδι αὐτῶν.

Ἄνω

25-27 Μαΐου
Ὄνειρον Χοροθέαμα

Ὁ καθηγητὴς Δρ. Werner Schulze, καθηγητὴς ἐν τῷ Πανεπιστημίῳ Μουσικῆς καὶ Παραστατικῶν Τεχνῶν τῆς Βιέννης, μέλος τῆς κρίσεως ἐν πᾶσι τοῖς ὑπὸ τοῦ Ἑλληνικοῦ Εἰδυλλίου πεποιημένοις ἀγῶσι, παρ' ἡμῖν αὖθις διατρίψει ἀπὸ τῆς 23ης μέχρι τῆς 28ης Μαΐου 2012. Ἡ Εὐρωπαϊκὴ πρώτη διδασκαλία τοῦ καινοῦ χοροθεατρικοῦ ἔργου "Ὄνειρον Χοροθέαμα" (Χορὸς τῶν ὀνείρων) γενήσεται ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ, μεθ' ἣν δύο ἄλλαι ἐπιδείξεις μέλλονται. Οἱ δρῶντες ἐξ Ἰνδονησίας εἰσίν. Ἡ χοροθεατρικὴ ὁμὰς Teater Tetas ἐκ Τζακάρτας μετὰ ἐννέα μελῶν τὴν Εὐρωπαϊκὴν περιοδείαν τοῦ ἔτους 2012 ἐν τῷ ἡμετέρῳ Κήπῳ τῶν Μουσῶν ἀρξέται.

Tanztheater Oneiron Chorotheama

Tanztheater Oneiron ChorotheamaTanztheater Oneiron Chorotheama

  • 25 Μαΐου 2012, ὥρᾳ 21:00 ἐν τῷ Ἀπόλλωνος θεάτρῳ ἐν Πάτραις (ἡ ἀρχιτεκτονικὴ κατὰ τὸ θέατρον Scala τῆς Μεδιολάνου πεποίηται)
  • 26 Μαΐου 2012, ὥρᾳ 21:00 ἐν τῇ μεγάλῃ αἰθούσῃ ἀθλήσεως τῆς πόλεως Δερβένι παρὰ τὴν Κόρινθον
  • 27 Μαΐου 2012, ὥρᾳ 21:00 ἐν τῷ Κήπῳ τῶν Μουσῶν ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ ἐν Σελιανιτίκοις καὶ μετὰ ταῦτα δεξίωσις μετὰ Ἰνδονησιακῶν ἐδεσμάτων

Ἄνω