-" ?> Ἀγῶνες

Σχέδια

Ἀττικιστὶ φιλοσοφεῖν     Χοροί, ὀρχῆστραι, δημιουργικαὶ ὁμάδες

Προγράμματα     Ἀγῶνες      Χειμερινὸν σχέδιον      Ἐντυπώσεις

2003     2005     2010     2011     2016     2017     2018     2019     2024

Ἀγὼν 2024 τῆς Ἑλληνικῆς φωνῆς:

Μικροφιλοσοφικοὶ διάλογοι



Winter Seminar Ancient Greek

Τὸ Ἑλληνικόν Εἰδύλλιον, ὃ καὶ Κῆπος τῶν Μουσῶν ὀνομάζεται, μουσικός τις καὶ πολιτιστικὸς τόπος ἐστὶ παρὰ τῷ Κορινθιακῷ κόλπῳ, ὃς τὴν τῆς ἀρχαίας Ἑλληνικῆς γλώσσης τε καὶ τῶν καλῶν τεχνῶν προαγωγὴν σκοπεῖ.


Ὁ σκοπός

Διὰ τοῦ ἀγῶνος τοῦ ἔτους 2024 ἔτι σκοποῦμεν τὴν κλασικὴν Ἑλληνικὴν φωνήν τε καὶ τὴν εὐγενῆ τοῦ φιλοσοφεῖν τέχνην τοῖς νέοις προάγειν. Ἐλπίζομεν γὰρ οὕτω τι τῷ εὖ ζῆν καὶ τῇ χαρᾷ συμβάλλεσθαι. Βουλόμεθα δὲ τὰς ἐν τῷ σχολείῳ Ἑλληνικὰς γνώσεις εἰς τὴν δημιουργικὴν τῶν φιλοσοφικῶν διαλόγων ποίησιν χρῆσθαι.


Τὸ ἔργον

Γίγνεσθε ἐν ὁμάδαις μέχρι ἑπτὰ ἀνθρώπων ὡς Ἕλληνες φιλόσοφοι. Λαμβάνετε ὡς ἀρχὴν σπουδαῖόν τι, χαλεπόν, γελοῖον ἢ παράδοξον ἐρώτημα, καὶ ποιεῖτε περὶ τούτου φιλοσοφικὸν διάλογον κατὰ τὸ τοῦ Πλάτωνος παράδειγμα! Δείξατε δὲ τοῦτον τὸν διάλογον ἐπὶ τῆς σκηνῆς καὶ ποιήσατε βίντεο (χρόνου ὡς 5-10 λεπτῶν)! Ἡ δὲ προφορὰ δύναται ἢ ἡ ἐρασμικὴ ἢ ἡ νέα ἑλληνικὴ εἶναι.


Τὸ ἆθλον

Πάντες οἱ διάλογοι ὑπὸ τῆς ἡμετέρας ἐκλεκτῆς κρίσεως κρίνονται καὶ διὰ γραμμάτων τιμῶνται. Ἡ δὲ ὁμάς, ἣ τὸν πρῶτον ἆθλον νικᾷ, λαμβάνει ἐν τῷ ἡμετέρῳ τόπῳ μίαν ἑβδομάδα δωρεὰν καταλύσεως. Οἱ δὲ τὸν δεύτερον ἆθλον νικῶντες λαμβάνουν τέτταρας ἡμέρας δωρεὰν καταλύσεως. Καὶ οἱ διδάσκαλοι τῆς νικώσης ὁμάδος νικῶσιν, εἰ καὶ ἐν τῷ διαλόγῳ οὐ φαίνονται - ὃ μέντοι καὶ ποιεῖν δύνανται! Σπουδαῖον: Πλείους πρῶτοι καὶ δεύτεροι ἆθλοι δίδοσθαι δύνανται! Ἔξεστι δὲ Ἕλληνας μαθητὰς καὶ διδασκάλους εἰς κοινὴν ἑορταστικὴν τράπεζαν μετὰ τὴν τοῦ διαλόγου παράστασιν καλεῖν, καὶ οὕτως ἀξίους κοινωνίας δεσμοὺς ποιεῖν.


Ἰδέαι

  • Δύνασθε τὸν ὑμέτερον διάλογον διὰ μουσικῆς τινος αὐξάνειν. Τοῦτο δὲ ἢ πρὸ ἢ ἐν ἢ μετὰ τὸν διάλογον ποιεῖν δύνασθε. Μόνον δὲ δεῖ τὴν μουσικὴν μὴ τὸν διάλογον ἀσαφῆ ποιεῖν, ἀλλὰ μᾶλλον κοσμεῖν.
  • Ὡς ἀρχὴν τοῦ διαλόγου δύνασθε οἷον γνώμην τινὰ Ἕλληνος φιλοσόφου ἢ ἔπη ἀρχαίου ποιητοῦ λαμβάνειν. Ἀλλὰ καὶ νέον ἐρώτημα περὶ τῶν τοῦ νῦν χρόνου πραγμάτων ὁμοίως σπουδαῖον εἶναι δύναται!
  • Διὰ δὲ τὴν ἔμπνευσιν ὁρᾶτε τὸ μέρος τῆς τοῦδε τοῦ ἔτους πράξεως, οὗ οἱ τοῦ Benediktiner-Gymnasium Ettal μαθηταὶ ὑπὸ τῷ Ῥολάνδῳ Γιουργκελάιτ περὶ τοῦ „πῶς βιωτέον;“ φιλοσοφοῦσιν! Ἴδε τὸν σύνδεσμον κάτωθεν.

Ὅροι

  • Τὸ ἐν καιρῷ πέμπειν τὸ βίντεο καὶ γράμμα, ὃ τὸν λόγον Ἑλληνιστὶ καὶ τῇ ὑμετέρᾳ πατρίῳ φωνῇ ἔχει.
  • Τὸ ἐπιτρέπειν τὸ βίντεο ἐν YouTube καὶ ἄλλοις τόποις τιθέναι. Ἡμεῖς δὲ τὸ βίντεο ὑποτίτλοις Ἑλληνικοῖς τε καὶ Ἀγγλικοῖς κοσμήσομεν.

Προθεσμίαι

  • Ἐὰν βούλησθε τοῦ ἀγῶνος μετέχειν, χαίροιμεν ἂν εἰ μέχρι τῆς 20ῆς Ἰανουαρίου 2024 δι’ ἠλεκτρονικοῦ ταχυδρομείου (info@idyllion.eu) δηλοῖτε
  • Τὸ βίντεο μετὰ τοῦ λόγου δεῖ πρὸ τῆς 23ῆς Μαρτίου 2024 ἡμῖν πέμπειν
  • Ἡ δὲ τῶν διαλόγων κρίσις καὶ ἡ τῶν πρώτων καὶ δευτέρων ἄθλων ἀγγελία μέχρι τῆς 15ῆς Ἀπριλίου 2024 ἔσται.

Κρίσις

Διεθνής τις κρίσις τοὺς ὑμετέρους λόγους κρινεῖ:

  • Stefano Pagliaroli, καθηγητὴς τῆς Ἰταλικῆς Φιλολογίας καὶ τῆς Ἑλληνικῆς τε καὶ Λατινικῆς Ἀνθρωπιστικῆς Φιλολογίας ἐν τῷ Πανεπιστημίῳ τῆς Βερώνης, Ἰταλία,
  • Federico Aurora, ἀκαδημαϊκὸς βιβλιοθηκάριος τῆς Κλασικῆς Ἀρχαιογνωσίας ἐν τῷ Πανεπιστημίῳ τοῦ Ὄσλο, Νορβηγία,
  • Thomas Andersen, κλασικὸς φιλόλογος, φιλόσοφος, καλλιτέχνης καὶ πρὶν διδάσκαλος ἐν Νορβηγίᾳ,
  • Julia Diamantopoulou, κλασικὴ φιλόλογος καὶ ποιήτρια ἐξ Ἑλλάδος,
  • Irene Mavropoulou, κλασικὴ φιλόλογος, ἱδρύτρια καὶ διευθύντρια τῆς σχολῆς „Φρονεῖν“ καὶ διδάκτωρ τῶν Παιδαγωγικῶν ἐξ Ἑλλάδος
  • Roland Jurgeleit, κλασικός φιλόλογος, φιλόσοφος καὶ πρὶν διδάσκαλος ἐν Γερμανίᾳ, πρόεδρος τῆς Τιμαίος-Ἑταιρείας
  • Ὁ πρόεδρος τῆς κρίσεως, Ἀνδρέας Δρέκης, ἱδρυτὴς καὶ διευθυντὴς τοῦ Ἑλληνικοῦ Εἰδυλλίου καὶ προαγωγὸς τοῦδε τοῦ ἀγῶνος καὶ τοῦ ἐπὶ 32 ἔτη γιγνομένου σεμιναρίου „Ἀρχαία Ἑλληνικὰ μετ’ ἀλλήλων λαλεῖν καὶ φιλοσοφεῖν σήμερον!“.

Πιθανή τις χορηγία

Διὰ δὲ τὴν μετὰ Ἑλλήνων μαθητῶν κοινωνίαν, δύνασθε ἴσως παρὰ τῆς πόλεως χορηγίαν τινὰ αἰτεῖν κατὰ εἰδικόν τι πρόγραμμα.


Βούλεσθε τὰς ὑμετέρας τῆς Ἑλληνικῆς γνώσεις αὐξάνειν;

Ἔλθετε οὖν πρὸς ἡμᾶς εἰς τὴν Ἑλλάδα, ἵνα τὴν Ἀττικὴν φωνὴν ἐν κύκλῳ φιλομούσων φίλων ἀσκῆτε! Δύο γὰρ προθεσμίαι εἰσίν, μετὰ τὰ Χριστούγεννα ἢ ἐν τῷ θέρει 2024. Ἡ μὲν μικρὰ διατριβὴ ἀπὸ 30ῆς Δεκεμβρίου μέχρι 6ης Ἰανουαρίου καὶ προῖκά ἐστιν, μόνον δὲ τὰ τῆς καταλύσεως ἔξοδα δεῖ τελεῖν. Τὸ δὲ μεῖζον σεμινάριον ἐν τῷ θέρει, ἀπὸ 13ης μέχρι 27ης Ἰουλίου, 50 εὐρώ ἐστιν (ἔργον προαγωγῆς).

Ἐὰν δὲ ἐρωτήματα ἔχητε, χαίρομεν ἐπικοινωνοῦντες!

Πολλὰς εὐχὰς καὶ εὐτυχίαν!
Ἀνδρέας Δρέκης

info@idyllion.eu - Τηλ.: 0030 697 226 33 56

Σύνδεσμος πρὸς τὸ βίντεο τῆς τοῦδε τοῦ ἔτους πράξεως:


Βίντεο τῆς Ἱσπανικῆς ὁμάδος, ἣ ἐν τῷ ἔτει 2018 τὸν ἀγῶνα ἐνίκησε: