Ἔργα
Ἔργα
2003 2005 2010 2011 2016 2017 2018 2019
↓Ἀγὼν συνθέσεως
↓Κριταί
↓Σχόλιον ὑπὸ Alois Springer [Τάνια Σικελιανοῦ]
↓Σχόλιον ὑπὸ Alois Springer [Herman Rechberger]
↓Herman Rechberger περὶ τοῦ αὑτοῦ ἔργου
↓Σχόλιον ὑπὸ Alois Springer [Johannes Kotchy]
↓Johannes Kotschy περὶ τοῦ αὑτοῦ ἔργου
↓Σχόλιον ὑπὸ Alois Springer [Μιχαὴλ Ἀνδριτσόπουλος]
Ἀγὼν συνθέσεως
Διεθνὴς ἀγὼν πρὸς μελοποίησιν λιμπρέττου γεγραμμένου ἐν τῇ ἀρχαίᾳ ἑλληνικῇ γλώσσῃ "Ἑλίκη Ἀθάνατος" περὶ τῆς καταπεποτικυίας ἀρχαίας πόλεως Ἑλίκης καὶ τῆς ἔναγχος προσδοκωμένης ἀνευρέσεως αὐτῆς μετὰ τοῦ θριάμβου τῆς ἀρχαιολογικῆς ἐρεύνης.
Τὴν τότε προκήρυξιν τοῦ ἀγῶνος εὑρήσετε ἐνθάδε.
Ἀγγελία τῶν ἀποτελεσμάτων τοῦ διεθνοῦς ἀγῶνος συνθέσεως "Ἑλίκη Ἀθάνατος"
Βραβεῖον Ἀνδρέου Δρέκη - Σύνθεσις
Κριταί
Δρ. Σπῦρος Μάζης, συνθέτης (Ἑλλάς)
Καθηγ. Δρ. Werner Schulze, καθηγητὴς μουσικῆς καὶ παραστατικῆς τέχνης (Αὐστρία)
Alois Springer, ἀρχιμουσικός (Γερμανία)



Ἀνδρέας Δρέκης, πρόεδρος τῆς τῶν κριτῶν ἐπιτροπῆς
Πλείονας πληροφορίας εὑρήσετε καὶ ἐν τῇ παλαιᾷ ἡμῶν ἱστοσελίδι
Πληροφορίαι περὶ τῆς ἀρχαιολογικῆς ἐρεύνης τῆς Ἑλίκης
Ἐξ ἁπάντων τῶν ἐπιδοθέντων καὶ κριθέντων ἔργων, τέτταρες παρτιτοῦραι ὑπὸ τῶν κριτῶν ὡς ἄξιαι βραβείου ἐξελέγησαν· τούτων δὲ ἐδόθησαν δύο πρῶτα βραβεῖα, μία ἐξαίρετος διάκρισις καὶ μία εὔφημος μνεία. Τὰ ἑπόμενα σχόλια περὶ τῆς ἀποφάσεως τῆς ἐπιτροπῆς ἐγράφησαν ὑπὸ Alois Springer καὶ τοῦ καθηγητοῦ Δρ. Werner Schulze ὁμοφώνως μετὰ τῆς ἐπιτροπῆς.
Σχόλιον ὑπὸ Alois Springer
Περὶ τῆς παρτιτούρας GP 1787 τῆς Τάνιας Σικελιανοῦ ἐξ Ἑλλάδος (Πρῶτον Βραβεῖον)
Ἡ αὐτῆς ἱστοσελίς
www.taniasikelianou.com


Ὡς ἀρχιμουσικὸς μεγάλων ὀρχηστρῶν, αὐτὸς πεντάκις πρῶτος βραβευθεὶς καὶ ἐνιαύσιον συνεργασίαν ἔχων ὡς βοηθὸς τοῦ Leonard Bernstein, οὐχ ἥκιστα δὲ ἐκ τῆς ἐμῆς συγγραφικῆς καὶ συνθετικῆς ἐμπειρίας, οἶδα τὴν δυσκολίαν τῆς ἰδιαιτέρας τέχνης τοῦ τιθέναι τὴν τελείαν μετὰ τὸ ἄρτι συντελεσθὲν ἔργον. Πᾶς γὰρ δημιουργικὸς νοῦς ἐφίεται τῆς τελειότητος τοῦ ἑαυτοῦ ἔργου. Καὶ αὐτὸς ὁ μέγας Leonard Bernstein πολλάκις ἠγωνίσατο περὶ ταύτης τῆς ὁριστικῆς ἀποφάσεως. Ταῦτα δὲ λέγω ἐνθυμούμενος τὸν πειρασμὸν τοῦ προστιθέναι ἔξωθεν διορθώσεις ταῖς προκειμέναις παρτιτούραις. Πρῶτον μὲν ἰδίᾳ ἕκαστος, ἔπειτα δὲ κοινῇ βουλευόμενοι μετὰ θαυμαστῆς ὁμοφωνίας, οἱ κριταὶ περὶ τῶν κυρίων κριτηρίων σαφῶς καὶ ἀναντιρρήτως ὡμολόγησαν.
Ἡ μουσικὴ τῆς παρτιτούρας αὕτη, ἐν τῇ δροσερᾷ καὶ συγχρόνῳ ἐπικαιρότητι αὐτῆς καὶ τῇ ἀναδείξει ποικίλων κόσμων ἤχου, ἵσταται ἐν μέσῳ τῆς ἐπαναλαμβανομένης δραματικότητος τόσον τοῦ συγχρόνου βίου ὅσον καὶ τῆς μνήμες μεγάλων δραματικῶν γεγονότων τοῦ παρελθόντος μετὰ τῶν αὐτῶν μεταβολῶν. Ταῦτα μέχρι τῶν ἐλαχίστων μουσικῶς ἐκπεφρασμένα, παρατετηρημένα καὶ ἠχητικῶς ἐκ νέου δημιουργημένα εἰσὶ τῇ ποικιλίᾳ τοῦ συγχρόνου ὀρχηστρικοῦ ἤχου. Οὕτως ἀκουστὰ γενόμενα, δύνανται τοῖς μελλοντικοῖς ἀκροαταῖς ἐγγὺς γενέσθαι.
Ἐνταῦθα φαίνεται εὐφυΐα τις πρὸς μουσικὴν καὶ δραματικὴν ἀναπαράστασιν ἄνευ ἐπιδείξεως, ἥτις μεγάλας ἐλπίδας παρέχει.
Ἡ παρτιτούρα ἐν C διαγράφει σαφῆ καὶ καλῶς διατεταγμένην ἠχητικὴν εἰκόνα. Αὕτη ἡ μουσικὴ ἐν τῇ σαφηνείᾳ, τῇ εὐαισθησίᾳ καὶ τῇ ἀπεράντῳ φαντασίᾳ αὐτῆς τοὺς ἀνθρώπους, καίπερ ἐνίοτε ξενιζόντων τῶν ἤχων, εὐθύς, ἄνευ ἑρμηνείας, ὥσπερ ἐνδοφλεβίως ἐφίξεται καὶ κινήσει. Ἐκ ταύτης οὖν τῆς ἐμῆς γνώσεως ἔδωκα τὴν ἐμὴν ψῆφον τῇ παρτιτούρᾳ GP1787 κατὰ τὴν προκήρυξιν, τὸ δίκαιον Πρῶτον Βραβεῖον. Καὶ οἱ ἄλλοι ἀγωνισταὶ ὁμοίως λαμπρὰ ἔργα ἐπεδείξαντο καὶ εὑρήσουσι τὴν ἑαυτῶν ὁδὸν τοῦ τοὺς ἀνθρώπους εὖ ποιεῖν τῇ ἑαυτῶν μουσικῇ.
Οἱ δὲ λοιποὶ ἐμοὶ λόγοι τοῦ δοῦναι ταύτῃ τῇ παρτιτούρᾳ τὴν τοῦ πρώτου βραβείου διάκρισιν, ἄνευ τοῦ εἰς τὰ καθ' ἕκαστον εἰσιέναι, εἰσὶν οἵδε:
Ἔστι δὴ ἡ διονυσιακὴ χαρὰ ἐπὶ τῇ χρήσει τῶν ἠχητικῶν δυνατοτήτων ἑνὸς συγχρόνου ὀρχηστρικοῦ σώματος, οἷον ἡ χρῆσις Tenor Records – Bass Records καὶ δύο ἁρπῶν, αὐλῶν (Blockflöten). Ἔστι δὲ ἡ εὔκαμπτος καὶ ἐλευθέρα μεταχείρισις καὶ συμπλοκὴ τῶν φωνῶν μετὰ τῆς ὀρχήστρας, τὸ αὐτοσχεδιαστικὸν στοιχεῖον τῆς τῶν χρωμάτων ἀναπτύξεως, ὅπερ τοῖς μουσικοῖς ἐλευθερίαν παρέχει, ἥτις, ὥσπερ πᾶσα ἐλευθερία, κοινωνικῶς μόνον ἐντὸς ὡρισμένου χρόνου περιορίζεται. Διὰ τούτου δὲ γίγνεται ἰδιόρρυθμός τις καὶ ζῶσα χρῶσις ὑπὸ τῶν καθ' ἕκαστον ὀργάνων ἄνευ προδιγεγραμμένης σημειογραφίας, ζωτικότης τις καίπερ ἀεὶ ἐπαναλαμβανομένων τῶν αὐτῶν.
Χορὸς καὶ λόγος-χορὸς μετὰ τῶν εὐμνημονεύτων ἐπαναλήψεων – ἐναλλὰξ ἀνδρῶν - καὶ αἱ ζωηραὶ καὶ ποικίλαι μονῳδίαι μετὰ μέρους λόγου-ᾠδῆς συμβάλλονται τῇ ἐπιτάσει. Ὀρχηστρική: σαφῶς διωρισμένα καὶ ἀναγνωρίσιμα ἠχητικὰ σύνολα. Ἡ ὑψηλὴ μουσικὴ ποιότης τῆς παρτιτούρας ἀπαιτεῖ τὸ ἔργον τοῦτο μετὰ τῆς ἀρετῆς αὐτοῦ τῷ δήμῳ, πρὸς ταῖς ἐν ὑπαίθρῳ παραστάσεσιν, ἐμπεριστατωμένως προσφέρειν καὶ ἐν ἀξιολόγοις αἰθούσαις. Γενικὴ ἐντύπωσις: Ἑνιαῖον, σαφές, εὐμνημόνευτον, καθαραὶ ἠχητικαὶ εἰκόνες, καλαὶ δραματικαὶ ἐναλλαγαὶ σκηνῶν, ἡ ποικιλία τῶν χρωμάτων δι' ἐξαιρέτου ὀρχηστρικῆς κεχρημένη. Ὕψισται ἀπαιτήσεις!
Alois Springer
Σχόλιον ὑπὸ Alois Springer
Περὶ τῆς παρτιτούρας "Ἀνασκαφή" τοῦ Herman Rechberger ἐκ Φινλανδίας (Πρῶτον Βραβεῖον)
Ἡ αὐτοῦ ἱστοσελίς
http://sonopt.pp.fi/


Ὡς ἀρχιμουσικὸς μεγάλων ὀρχηστρῶν, αὐτὸς πεντάκις πρῶτος βραβευθεὶς καὶ ἐνιαύσιον συνεργασίαν ἔχων ὡς βοηθὸς τοῦ Leonard Bernstein, οὐχ ἥκιστα δὲ ἐκ τῆς ἐμῆς συγγραφικῆς καὶ συνθετικῆς ἐμπειρίας, οἶδα τὴν δυσκολίαν τῆς ἰδιαιτέρας τέχνης τοῦ τιθέναι τὴν τελείαν μετὰ τὸ ἄρτι συντελεσθὲν ἔργον. Πᾶς γὰρ δημιουργικὸς νοῦς ἐφίεται τῆς τελειότητος τοῦ ἑαυτοῦ ἔργου.
Καὶ αὐτὸς ὁ μέγας Leonard Bernstein πολλάκις ἠγωνίσατο περὶ ταύτης τῆς ὁριστικῆς ἀποφάσεως. Ταῦτα δὲ λέγω ἐνθυμούμενος τὸν πειρασμὸν τοῦ προστιθέναι ἔξωθεν διορθώσεις ταῖς προκειμέναις παρτιτούραις.
Πρῶτον μὲν ἰδίᾳ ἕκαστος, ἔπειτα δὲ κοινῇ βουλευόμενοι μετὰ θαυμαστῆς ὁμοφωνίας, οἱ κριταὶ περὶ τῶν κυρίων κριτηρίων σαφῶς καὶ ἀναντιρρήτως ὡμολόγησαν.
Ἡ μουσικὴ τῆς ὑμετέρας παρτιτούρας ἐν τῇ σαφηνείᾳ καὶ ἁπλότητι, σχεδὸν δὲ ταπεινότητι αὐτῆς, τοὺς ἀνθρώπους εὐθύς, ἄνευ ἑρμηνείας, ὥσπερ ἐνδοφλεβίως ἐφίξεταί. Ἐκ ταύτης οὖν τῆς ἐμῆς γνώσεως ἔδωκα τὴν ἐμὴν ψῆφον τῇ παρτιτούρᾳ ἀρ. 2 κατὰ τὴν προκήρυξιν, τὸ Πρῶτον Βραβεῖον. Καὶ οἱ ἄλλοι ἀγωνισταὶ ὁμοίως λαμπρὰ ἔργα ἐπεδείξαντο καὶ εὑρήσουσι τὴν ἑαυτῶν ὁδὸν τοῦ τοὺς ἀνθρώπους εὖ ποιεῖν τῇ ἑαυτῶν μουσικῇ.
Οἱ δὲ λοιποὶ ἐμοὶ λόγοι τοῦ δοῦναι ταύτῃ τῇ παρτιτούρᾳ τὴν τοῦ πρώτου βραβείου διάκρισιν εἰσὶν οἵδε:
Ἡ μουσικὴ τῆς ὑμετέρας παρτιτούρας ἔστι πῇ μὲν παραδεδομένη, πῇ δὲ ἐλαχιστοτική (minimalistisch), ἀλλ' ἐν τῇ σαφηνείᾳ καὶ ἁπλότητι αὐτῆς τοὺς ἀνθρώπους εὐθύς, ἄνευ ἑρμηνείας, ὥσπερ ἐνδοφλεβίως ἐφίξεται. Ἐκ ταύτης οὖν τῆς ἐμῆς γνώσεως ἔκρινα τὴν ὑμετέραν παρτιτούραν ἀξίαν τοῦ πρώτου βραβείου.
Ὁ λόγος-χορὸς ἐν τῷ ἔργῳ, ὅστις ἔστιν ὅτε λιτανείᾳ ἔοικε μετὰ συνεχῶν ἐπαναλήψεων, πάνυ ἐξαίρει τὸν λόγον καὶ τὸ ἑλληνικὸν κείμενον. Παρέχει δὲ τῷ ἀρχιμουσικῷ καὶ τοῖς ὑποκριταῖς χῶρον ἐλεύθερον πρὸς ἀγωγικὴν διαμόρφωσιν, ἥτις δύναται τὴν τυχὸν ἐπιγιγνομένην ἀνίαν θαυμαστῶς κωλύειν.
Ἡ δὲ πρᾶξις τῆς παραστάσεως μετὰ τῶν τοπικῶν ἀπαιτήσεων καὶ ἀναγκῶν δείξει, ποῖαι διορθώσεις ἴσως εἰσὶν ἀναγκαῖαι, ἵνα τὸ ἔργον εἰς τὸ ἔσχατον ἀναπτυχθῇ.
Ὁ δὲ ῥυθμὸς τοῦ χοροῦ ἐστιν οὕτως εὔληπτος, ὥστε καὶ ὁ ἀμέτοχος δύναται αὐτομάτως δρῶν γενέσθαι.
Ἡ ἁπλῆ καὶ κατὰ τέχνην ἐξαίρετος ὀρχηστρική, ἐν συμπλοκῇ μετὰ τοῦ χοροῦ καὶ τῶν μονῳδιῶν διὰ τῆς ἐπιδεξίας διπλασιάσεως τῶν φωνῶν, ἔστι σαφής, ἀλλήλοις βοηθοῦσα, καὶ παρέχει οὕτως τόσον τοῖς εὐκόλοις ὅσον καὶ τοῖς χαλεπωτέροις μέρεσι τῆς παρτιτούρας τὴν ἀναγκαίαν κουφότητα πρὸς χαρὰν τῆς παιδιᾶς καὶ τῆς μουσικῆς.
Ἡ πρόκλησις τῆς παρτιτούρας ἔγκειται μᾶλλον ἐν τῇ κουφότητι ἢ ἐν τοῖς δυσκόλοις μέρεσιν.
Αἱ δὲ μονῳδίαι εἰσὶν εὐμελεῖς, ἀναγκαίως ἐπὶ τὰς κορυφώσεις ἀγουσαι καὶ πάλιν ἀνιέσαι, ὥστε ὁ ἀκροατὴς ἐν τῇ μεταβολῇ τῆς κινήσεως ἐσωτερικῶς συναρπάζηται.
Ἡ δὲ ὄρχησις δεήσει ἔτι ἐν τῇ πράξει ἐπιδεῖξαι τὴν ἑαυτῆς δύναμιν ἐπὶ τοὺς θεατάς.
Γενικὴ ἐντύπωσις: Ἑνιαῖον, διαρκῶς συνετόν, ἐκπληκτικὸν διὰ τὴν ἁπλῆν δομήν, διὸ τῷ δήμῳ οἰκεῖον, ἐναργῶς παραστάσιμον – καίπερ οὐ προκλητικόν, δι' αὐτὸ τοῦτο ἐρεθιστικὸν καὶ ἄξιον παραστάσεως – νοηματικὸν τοῖς τε θεαταῖς καὶ τοῖς δρῶσιν.
Alois Springer
Herman Rechberger περὶ τοῦ αὑτοῦ ἔργου
Αἱ ἀρχαῖαι γλῶσσαι καὶ οἱ τούτων πολιτισμοὶ ἀεί μοι πρόκλησις ἦσαν καὶ εἰσίν. Ῥητέον δὲ πρῶτον ὅτι αἱ γλῶσσαι, ὡς ἐγὼ νομίζω, σαφῶς πάντα τὰ μουσικὰ στοιχεῖα περιέχουσι: μέλος, ὕψος τόνου, προσωδίαν, φράσιν, ῥυθμόν, ἔκφρασιν καὶ μέχρι τινὸς καὶ ἁρμονίαν. Ἡ γλῶσσα ἔχει, ὥσπερ ἡ μουσική, λογικήν, γραμματικήν, λεξιλόγιον.
Τῷ 1996 τὴν πρώτην ἐμὴν ἐκκλησιαστικὴν ὄπεραν κατὰ λιμπρέττον ὑπ' ἐμοῦ λατινιστὶ γεγραμμένον συνέθηκα. Ἐν δὲ ἄλλοις πολλοῖς φωνητικοῖς ἔργοις ἐχρησάμην τῇ Σανσκριτικῇ, τῇ τῶν Ἴνκα Nahuatl, τῇ Ewe, τῇ Κινεζικῇ, τῇ Ἀκκαδικῇ, τῇ ἀρχαίᾳ Αἰγυπτιακῇ καὶ τῇ Κοινῇ ὡς κειμένοις. Λαβὼν οὖν τὸ ἀττικὸν λιμπρέττον, ἐλογισάμην: "Διὰ τί οὐχὶ καὶ ὄπεραν ἀρχαιοελληνιστί;"
Τὸ τοῦ Franz Knappik λιμπρέττον (περιέχον καὶ ῥήσεις τῆς Σαπφοῦς καὶ τοῦ Ἀλκμᾶνος, τὰς δὲ περὶ τοῦ σεισμοῦ μαρτυρίας τοῦ Στράβωνος καὶ τοῦ Παυσανίου, ἔτι δὲ καὶ νεοελληνικόν τι ἐρωτικὸν ποίημα τοῦ Ἀνδρέου Δρέκη) ἐν τῇ δομῇ αὐτοῦ ἐστιν ἐπιτυχὴς σύνθεσις παλαιοῦ τε καὶ νέου. Ἡ δὲ τούτου δραματουργία παρέχει ποικιλίαν συνθετικῶν λύσεων. Ποιῶν δὲ τὴν ἐμὴν ἔκδοσιν τῆς "Ἑλίκης Ἀθανάτου", ἀεὶ παράστασιν ἐν ἀμφιθεάτρῳ ἐν νῷ εἶχον. Διὸ καὶ ἡ μουσική ἐστι μᾶλλον ἀρχαϊκή – μετὰ ἐλαχιστοτικῆς τινος χροιάς – ἢ νεωτερική. Τὸ δὲ τονικὸν ὑλικὸν περιέχει κυρίως τοὺς ἑλληνικοὺς τρόπους (Δώριον, Φρύγιον, Λόκριον), ἀλλὰ καὶ κλίμακας ἐκ τῆς δημώδους μουσικῆς καὶ τοῦ ρεμπέτικου (Hijaz, Kartzigar, Nevezeri, Sabah).
Ἡ ὀρχηστρική περιέχει καὶ συνθετητὴν (synthesizer), ἔτι δὲ σαντούριον καὶ λαοῦτον, ἅπερ ἐν πολλοῖς τόποις "ἑλληνικὸν χρῶμα" βεβαιοῦσιν. Ἡ δὲ χρῆσις ἑνὸς καὶ μόνου κλαρινέτου ἐν τῇ ὀρχήστρᾳ, ἐνίοτε τὴν ἀπάτην τῆς ἠπειρωτικῆς δημώδους μουσικῆς παρέχει. Ὁ δὲ χορὸς ἔχει, ὥσπερ ἐν τοῖς ἀρχαίοις δράμασιν, ὡς ἐπὶ τὸ πολὺ ῥόλον ἀφηγηματικόν (οἷον ἐν ταῖς μαρτυρίαις τοῦ Στράβωνος καὶ Παυσανίου), ἐν δὲ ἄλλοις τόποις πάλιν ἱερουργικὸν (ἑορταὶ πρὸς τιμὴν τοῦ Ποσειδῶνος) καὶ λυρικὸν (ποίημα τοῦ Ἀλκμᾶνος).
Πάνυ δὲ ἀκριβὴς ἦν περὶ τὸν ῥυθμὸν τῆς ἀρχαίας ἑλληνικῆς γλώσσης. Ἐν γὰρ τῇ συνθέσει ἑκάστην πρότασιν πρῶτον ῥυθμικῶς ἀνέλυσα. Ὁ δὲ ῥυθμὸς ὅλης τῆς ὄπερας τῷ τῆς γλώσσης ῥυθμῷ ὑποτέτακται.
Τινὰ δὲ μέρη τοῦ λιμπρέττου μελοδραματικῶς ἐξειργάσθησαν. Τοῦτο δέ ἐστιν ὅτι οἱ διάλογοι (οἷον ἐν τῷ Συμποσίῳ καὶ ὕστερον ἐν τῷ ἀρχαιολογικῷ συνεδρίῳ) λέγονται μέν, μετὰ δὲ ὀργανικῆς ὑποκρούσεως καὶ σχολίων. Τὰ οὖν ὄργανα τοῖς λεγομένοις διαλόγοις συμπεριλαμβάνονται. Οἱ δὲ ῥόλοι σαφῶς διανέμονται: εἰσὶ γὰρ τῷ ὄντι δύο μόνον "περιλειπόμενοι" πρωταγωνισταί, Κλεάνθης (βαρύτονος) καὶ Διοτίμα (μεσόφωνος). Οἱ δὲ πλεῖστοι τῶν ἄλλων ῥόλων εἰσὶ μεταμορφώσεις (οἷον ὁ ἐν τῷ Συμποσίῳ ἑστιάτωρ γίγνεται πρόεδρος τοῦ συνεδρίου, οἱ δὲ δύο φιλόσοφοι γίγνονται τραπεζίτης καὶ πολιτικός). Δώρα καὶ Στέφανος μετὰ τῆς πρὸς τὴν ἀρχαιολογίαν ἀγάπης εἰσὶ τρόπον τινὰ συγγενεῖς τῷ ἐρωτικῷ ζεύγει Κλεάνθους-Διοτίμας (τὸ δὲ συνδέον ἐστὶ τὸ ἐπαναλαμβανόμενον "θέμα τοῦ ἀγγείου").
Τὸ δὲ ἴσως χαλεπώτατον ἔργον ἦν τὸ σεισμόν τινα μουσικῶς ἐναργῶς παραστῆσαι (σεισμὸς γὰρ ὡς ἐπὶ τὸ πολὺ μόνον ὀλίγα δευτερόλεπτα διαρκεῖ). Πολλὰς οὖν ἠχογραφήσεις τοιούτων γεγονότων ἀκούσας, κατέληξα ὅτι τοῦτο τὸ εἶδος τῆς φυσικῆς καταστροφῆς μόνον διὰ συνθέσεως ἠχητικῶν χρωμάτων παραστατέον ἐστίν, ἥτις καὶ τὰ τῶν πασχόντων πάθη συμπεριλαμβάνει. Διὸ ἐν τῷ κλύδωνι (tsunami) τῷ χορῷ ὡσπερεὶ ὀργανικόν τι μέρος ἔδωκα, ὅπερ ἅμα καὶ ὡς θρῆνος νοητέον ἐστίν.
Εἴθε ἡ ἐμὴ ὄπερα "Ἑλίκη Ἀθάνατος" διὰ παραστάσεως ἐν ὑπαίθρῳ τῇ ἀνευρέσει ταύτης τῆς ποτὲ οὕτω λαμπρᾶς πόλεως τὴν πρέπουσαν τιμὴν ἀποδοίη.
Διάταξις τῆς ὀρχήστρας
- Δύο πλαγίαυλοι (Flöten)
- Δύο ὄβοε
- Ἓν κλαρινέτον
- Δύο φαγκόττα
- Ἓν ἠλεκτρικὸν κλειδοκύμβαλον (piano μετὰ MIDI)
- Ἓν λαοῦτον, μόνον διὰ κιθάρας ἀντικαταστατέον (ὑπάρχοντος ἐναλλακτικοῦ μέρους), εἰ παντελῶς ἀδύνατον τὸ εὑρεῖν· τὸ γὰρ χρῶμα τοῦ ὀργάνου πάνυ σπουδαῖόν ἐστι καὶ ἐγγύτερον τῷ ἤχῳ τῆς ἑλληνικῆς λύρας.
- Ἓν σαντούριον, καὶ διὰ ἅρπας ἀντικαταστατέον.
- Τύμπανα
- Δύο κόρνα
- Δύο σάλπιγγες
- Δύο τρομπόνια
- Ἓξ πρῶτα βιολία
- Τέσσαρα δεύτερα βιολία
- Τρεῖς βιόλαι
- Δύο βιολοντσέλλα
- Δύο κοντραμπάσα
Διάταξις τοῦ χοροῦ
- Διοτίμα (Ἡ ἐρωμένη) μεσόφωνος
- Κλεάνθης (Ὁ ἐραστὴς τῆς Διοτίμας) – ὑψηλὸς βαρύτονος
- Ἑστιάρχης (Ὁ τοῦ συμποσίου ἑστιάτωρ) ῥόλος λόγου
- Δώρα (Ἑλληνὶς ἀρχαιολόγος) ὑποκρίτρια ᾄδουσα μετ' ὀλίγων καὶ εὐκόλων μελῶν
- Στέφανος (Συμμετέχων φυσικὸς καὶ ἐρασιτέχνης ἀρχαιολόγος) ῥόλος λόγου
- Ὑπατία (Φιλόσοφος) ῥόλος λόγου
- Φιλόσοφος Α' + Β' ῥόλοι λόγου
- Κύριος Α' + Β' τενόροι
- Κεφαλή (Πρόεδρος) ῥόλος λόγου
- Ἀγρότερος (Γεωργός) φωνὴ ἐκ τοῦ χοροῦ
34 ἄνδρες ἐν τῇ ὀρχήστρᾳ (ἐλάχιστον), 16 ἐν τῷ χορῷ (ἐλάχιστον), τέτταρες μονῳδοί, ὀκτὼ ῥόλοι λόγου, σύμπαντες 62 ἄνθρωποι (ἐλάχιστον)
Περὶ πάσης ἄλλης ἐρωτήσεως σχετικῆς τοῖς ἔργοις καὶ τῇ παραστάσει αὐτῶν, δύναται καὶ ἡ πρὸς τὸν συνθέτην ἐπαφὴ γενέσθαι.
Σχόλιον ὑπὸ Alois Springer
Περὶ τῆς παρτιτούρας M 10536 τοῦ Johannes Kotchy ἐξ Αὐστρίας (Ἐξαίρετος Διάκρισις)
Αἱ αὐτοῦ ἱστοσελίδες
www.newkeyboard.de


Ὡς ἀρχιμουσικὸς μεγάλων ὀρχηστρῶν, αὐτὸς πεντάκις πρῶτος βραβευθεὶς καὶ ἐνιαύσιον συνεργασίαν ἔχων ὡς βοηθὸς τοῦ Leonard Bernstein, οὐχ ἥκιστα δὲ ἐκ τῆς ἐμῆς συγγραφικῆς καὶ συνθετικῆς ἐμπειρίας, οἶδα τὴν δυσκολίαν τῆς ἰδιαιτέρας τέχνης τοῦ τιθέναι τὴν τελείαν μετὰ τὸ ἄρτι συντελεσθὲν ἔργον.
Πᾶς γὰρ δημιουργικὸς νοῦς ἐφίεται τῆς τελειότητος τοῦ ἑαυτοῦ ἔργου. Καὶ αὐτὸς ὁ μέγας Leonard Bernstein πολλάκις ἠγωνίσατο περὶ ταύτης τῆς ὁριστικῆς ἀποφάσεως. Ταῦτα δὲ λέγω, διότι οἶδα πάνυ καλῶς τὴν δημιουργικὴν ὁρμὴν τοῦ τελειοῦν τὸ ἔργον, ἵνα τέλος τὴν λυτικὴν τελείαν ἐπιθῇ.
Τοσούτῳ δὲ θαυμαστότερόν ἐστι, τὸ ἔτι αὐξανόμενον ἔργον, τὸ μήπω τεχθὲν τέκνον, ἄλλοις ὄμμασιν ἀνοίγειν καὶ ἐλπίζειν ἐπὶ κρίσιν ὑπὸ ἐπιτροπῆς.
Ἐνθυμουμένων δὲ τῶν μεγάλων "Ἡμιτελῶν" τῆς παγκοσμίου φιλολογίας, οἵα ἐστὶν ἡ τοῦ F. Schubert Συμφωνία ἐν σι-ἐλάσσονι (D 759) ἢ ἡ δεκάτη συμφωνία τοῦ Gustav Mahler ἢ ἡ ἐν ῥὲ-ἐλάσσονι 9η συμφωνία τοῦ Anton Bruckner, τῇ ὑμετέρᾳ "Ἡμιτελεῖ", καλῶς περιβαλλομένῃ καὶ προκαλουμένῃ ὑπὸ τῶν μεγάλων, οὐδὲν ἔτι ἐμποδών ἐστι πρὸς τὴν τελείωσιν μέχρι τῆς λυτικῆς τελείας.
Πρῶτον μὲν ἰδίᾳ ἕκαστος, ἔπειτα δὲ κοινῇ βουλευόμενοι μετὰ θαυμαστῆς ὁμοφωνίας, οἱ κριταὶ περὶ τῶν κυρίων κριτηρίων σαφῶς καὶ ἀναντιρρήτως ὡμολόγησαν.
Ἤδη δὲ ἡ γραφὴ ἐν τῇ ὑμετέρᾳ παρτιτούρᾳ προκαλεῖται εἰς ἐξερεύνησιν καὶ ταραχώδη ἀνεύρεσιν ἀγνώστων ὁδῶν. Καὶ ἔστιν ἐκεῖ τινα ἀνευρίσκειν.
Χωρὶς δὲ τῆς ὑμετέρας τεχνικῆς ἱκανότητος, ἥτις ἐστὶ προϋπόθεσις τῆς παραστάσεως τῆς ἰδίας φαντασίας, ἡ παντελῶς ἑνιαία συνολικὴ φαντασία τοῦ ἔργου εὐθὺς εἰς τοὺς ὀφθαλμοὺς πίπτει, καὶ τοῦτο ἀπὸ τῆς πρώτης μέχρι τῆς τελευταίας νότας. Ἔστι δὲ ἰδιαιτέρα τις καὶ ἀπαράλλακτος μουσικὴ γραφὴ καὶ γλῶσσα, καὶ διὰ τοῦτο εὐθὺς ἀναγνωρίσιμος. Μέγα πλεονέκτημα.
Αὕτη δὲ ἡ ἐντύπωσις ἔτι ἐπιτείνεται ὑπὸ τῆς διονυσιακῆς ἠχητικῆς φαντασίας ἑνὸς μεγάλου σώματος ἐγχόρδων ἐξ ὀκτώ, ἕξ, τεσσάρων, δύο μέχρι τριῶν ἐγχόρδων. Τὰ γὰρ ἔγχορδα διαμορφουσι τὸν ἦχον καὶ ὁ τούτων ἦχος δύναται διαμορφοῦσθαι. Οἱ δὲ μονῳδοὶ-πνευστοὶ τοὐναντίον δέοι ἂν ἔχειν ἱκανότητας πρωταγωνιστοῦ.
Ταύτην δὲ τὴν ἀπαίτησιν προβάλλει ἡ παρτιτούρα μετὰ τῶν δημιουργικῶν καὶ εὐρέων ἐπινοιῶν αὐτῆς. Οἱ μονῳδοὶ παρέχουσι ταύτῃ τῇ παρτιτούρᾳ διὰ τῶν ἰδίων ἱκανοτήτων καὶ παθῶν ἐν τῇ ἀναβάσει ἐπὶ τὰς τοῦ δράματος κορυφώσεις καὶ τῇ πάλιν ὑφέσει τὴν ἀναγκαίαν ἰδίαν λαμπρότητα. Τοῦτο δὲ δέοι ἂν εὔκολον εἶναι μετὰ τὴν θαυμαστὴν διάταξιν τῶν μουσικῶν γραμμῶν. Εἴητε ἂν οὖν ὑμεῖς ἡ λαμπρότης τοῦ ὑφ' ὑμῶν ἀπαιτουμένου ἤχου τῶν ἐγχόρδων. Οὕτως ἀπαιτεῖ ἡ ὑμετέρα παρτιτούρα, ἥτις πρὸς τούτοις ἐν τῇ συνθετότητι καὶ ἅμα ἁπλότητι αὐτῆς τὴν ἀπαίτησιν ἐγείρει τοῦ διὰ συχνῶν δοκιμῶν περὶ αὐτὴν ἀσχολεῖσθαι. Δέοι δ' ἂν εἶναι μουσικοὺς ἐπαγγελματίας κατὰ τὴν ποιότητα, ἵνα τὸ ἔργον ἀξίως παρασταθῇ.
Ὁμοίως δὲ ὁ συνθέτης ἔν τισι διαστήμασι καταλείπει τὴν δωδεκάτονον κλίμακα, ὅπερ τῷ ὅλῳ ταραχώδη τινὰ γοητείαν ἀρχαίας τονικότητος καὶ νεωτερικότητος παρέχει.
Πάσας δὲ ταύτας τὰς δυνατότητας πρὸς εὐρεῖαν δραματικότητα καὶ ζῶσαν δυναμικὴν διὰ σαφῶν σημείων δείκνυτε. Οἱ χοροί – ἐναλλὰξ ἀνδρῶν, γυναικῶν – καὶ αἱ λυρικαὶ-δραματικαὶ μονῳδίαι ἐν τῇ σαφηνείᾳ τῆς ἀποφάνσεως αὐτῶν, μετὰ τῆς ἐπιτάσεως καὶ τῶν ἐναργῶν τονισμῶν μέχρι τῶν κορυφώσεων, οὐδεμίαν ἀμφιβολίαν καταλείπουσι περὶ τῆς φαντασίας καὶ τῆς βουλήσεως τοῦ συνθέτου. Ἐξαιρέτως δὲ ἐπιτυχὴς φαίνεται ἡ συγγενὴς σύνδεσις μετὰ τοῦ λιμπρέττου.
Τὸ αὐτο δὲ ἰσχύει καὶ περὶ τῶν παραδεδομένων μέν, ἀλλὰ δι' αὐτὸ εὐκάμπτων χρονικῶν προσδιορισμῶν οἷον "Allegro energico" ἢ "Moderato, ma non moto", οἵτινες χῶρον ἑρμηνείας καταλείπουσιν ἀνάλογον τῇ ἑκάστοτε καταστάσει τῆς παραστάσεως. Τοῦτο δὲ ἰσχύοι ἂν μάλιστα ταῖς ἐν ὑπαίθρῳ παραστάσεσιν, αἵπερ μετὰ μεγίστης προσοχῆς τῶν καθ' ἕκαστον πάνυ εὐκταῖαί εἰσιν.
Πάντα δὲ ταῦτα νῦν περιμένει τὴν τελείωσιν καὶ εἴη ἂν τότε ἴσως ἄξια πρώτου βραβείου. Οὕτως οὖν ἓν μόνον λείπεται:
Πρὸς τὴν δημιουργικὴν γένεσιν τοῦ ὑμετέρου ἔργου εὔχομαι ὑμῖν τὴν δημιουργικὴν ἀνησυχίαν, ἀλλὰ καὶ τὴν ὑπομονήν, ἥτις ἀναγκαία ἐστὶ πρὸς τὸ ἠρεμεῖν.
Ὑψηλή τις ἀναγνώρισις καὶ τιμὴ ἐν τούτῳ τῷ πνεύματι ὑπὸ τῆς ἐπιτροπῆς τῷ ὑμετέρῳ ἔργῳ βεβαία ἐστίν.
Alois Springer
Johannes Kotschy περὶ τοῦ αὑτοῦ ἔργου
Πρὸς τὸ συντιθέναι δέομαι κυρίως τριῶν: ὑλικοῦ, τέχνης καὶ φαντασίας. Ὡς ὑλικὸν χρησιμεύουσιν οἱ φθόγγοι – οὐ μόνον τὰ δώδεκα ἡμιτόνια τοῦ συνήθους ἡμῖν συστήματος, ἀλλὰ πάντες οἱ φθόγγοι, οὓς ἄν τις φαντασθῇ. Ἡ δὲ τέχνη ἐστὶν ἡ λεπτομερὴς γνῶσις τῶν σχέσεων τῶν φθόγγων πρὸς τοὺς ἤχους. Ἡ δὲ φαντασία, ἥτις ἐστὶν ἡ ἐμὴ ἰδία συμβολὴ τῇ γενέσει τῆς μουσικῆς, χρησιμεύει τῇ διαμορφώσει τῶν νέων μουσικῶν ἔργων. Παρορμητικὰ δὲ τούτου ἐστὶ πάντα ὅσα πάσχω καὶ αἰσθάνομαι – εἴτε ἐκ τῆς φιλολογίας ἐστίν, εἴτε ἐκ τῆς ζωγραφικῆς, εἴτε ἐκ τῆς φύσεως, εἴτε ἐκ τῶν πλησίον καὶ τῶν ἔργων αὐτῶν, εἴτε ἐξ ἐμοῦ αὐτοῦ. Ὁ δὲ ἐμὸς σκοπός ἐστι τῇ μουσικῇ τοὺς ἀνθρώπους ἐφικνεῖσθαι ἄνευ λόγων καὶ ἐξηγήσεων – ἵνα ἡ μουσικὴ δύνηται δηλοῦν τὰ ἄλλως ἄρρητα, ὥσπερ ὁ Beethoven εἶπεν: "Ἐκ καρδίας – εἴθε εἰς καρδίαν ἔλθοι!"
Τὴν δὲ διάταξιν ἐν τῇ παρτιτούρᾳ ἐσημειωσάμην: δέοι ἂν εἶναι τοὐλάχιστον 25 ἔγχορδα, τοὐλάχιστον ὀκτὼ ξύλινα πνευστὰ καὶ ἑπτὰ χάλκινα, δύο ἢ τρεῖς κρουστοί, μία ἅρπα καὶ ὡς ἰδιαίτερον ὄργανον ἓν μπουζούκιον – ὀρχήστρα οὖν μετὰ πλειόνων ἢ 40 μουσικῶν. Ὁ δὲ χορὸς δέοι ἂν διαιρετὸς εἶναι εἰς ἄλτο καὶ τενόρον, ὡς 30 μελῶν – εἰ μέντοι ἔμπειροί εἰσιν οἱ ᾄδοντες, ἀρκοῦσι καὶ 16.
Διάταξις τῶν μονῳδῶν- Διοτίμα: μία ὑψίφωνος (Sopran)
- Ὑπατία, Δώρα: μία μεσόφωνος
- Κλεάνθης: εἷς τενόρος
- Φιλόσοφος Α', Κύριος Α', Ὅμηρος: εἷς βαθυβαρύτονος
- Φιλόσοφος Β', Κύριος Β': εἷς τενόρος μποῦφο
- Ἑστιάτωρ, Πρόεδρος: εἷς βαρύφωνος (Bass)
- Steven (δευτερεύων ῥόλος): εἷς τενόρος
Ἓξ οὖν μονῳδοί, ὧν οἱ πρῶτοι τρεῖς τοὺς πρωταγωνιστικοὺς ῥόλους ἔχουσιν.
45 ἄνθρωποι ἐν τῇ ὀρχήστρᾳ (ἐλάχιστον), 16 ἐν τῷ χορῷ (ἐλάχιστον, συμβουλευόμενοι 30), ἓξ μονῳδοὶ καὶ εἷς δευτερεύων ῥόλος => 68 ἄνθρωποι (ἐλάχιστον)
Περὶ πάσης ἄλλης ἐρωτήσεως σχετικῆς τοῖς ἔργοις καὶ τῇ παραστάσει αὐτῶν, δύναται καὶ ἡ πρὸς τὸν συνθέτην ἐπαφὴ γενέσθαι.
Σχόλιον ὑπὸ Alois Springer
Περὶ τῆς παρτιτούρας 933232469945 τοῦ Μιχαὴλ Ἀνδριτσοπούλου ἐξ Ἑλλάδος (Διάκρισις)
Ἡ αὐτοῦ ἱστοσελίς http://www.thearchitect.gr/projects/mixalis/site/


Ἡ μουσικὴ τῆς ὑμετέρας παρτιτούρας ἔστι σαφὴς ἐν τῇ δομῇ καὶ τῇ ἐμπείρῳ συνθέσει, πρῶτον μὲν φαινομενικῶς μόνον κατὰ τὸν παραδεδομένον τρόπον τῆς τετραφώνου συνθέσεως, ἔπειτα δὲ ἐξαιρέτως ἐκπληκτικὴ ἐν τοῖς λαμπροῖς στοιχείοις τῶν συγχρόνων μερῶν, ἅπερ τοῖς ὀργάνοις αὐτοσχεδιαστικὴν ἐλευθερίαν διαμορφώσεως παρέχουσι. Διὰ τούτου δὲ βεβαίως ἐπιτυγχάνεται ἠχητική τις εὔκαμπτος ποικιλία τῆς μουσικῆς διαμορφώσεως, ἥτις τῷ ἔργῳ τὴν ζωτικότητα αὐτοῦ παρέχει.
Καὶ αἱ μονῳδίαι ἐν μορφῇ ᾠδῆς-λόγου ὁμοῦ μετὰ τῶν εὐλήπτων ῥυθμικῶν μερῶν τοῦ χοροῦ εἰσι πλήρεις ἐπιτάσεως ἐν τῇ ἀναβάσει ἐπὶ τὴν κορύφωσιν καὶ τῇ ὑφέσει.
Ἡ παρτιτούρα γέμει μεγάλων ἐπινοιῶν μεθ' ὑψηλῆς ἀπαιτήσεως, ἥτις τινὰ προϋποτίθησι: συχνὸν χρόνον δοκιμῶν, μουσικοὺς καὶ ᾄδοντας ὑψηλῆς ποιότητος, ἐνασχόλησιν μετὰ τοῦ ἔργου, ὅπερ τοῖς τῆς ὀρχήστρας μέλεσι καὶ μάλιστα τῷ δήμῳ τινὰ ἀπαιτεῖ, εἴτε αἱ συνθεταὶ κινήσεις ἐν τῇ ὀρχήστρᾳ, τῷ χορῷ καὶ ταῖς μονῳδίαις ἐν συνδέσμῳ μετὰ τοῦ λιμπρέττου εἰσίν, εἴτε οὐχ ἥκιστα ἐν τῇ τῶν κρουστῶν ὁμάδι.
Ἐνθυμούμενος δὲ ταῦτα, χαλεπόν μοι ἦν τὸ μὴ δοῦναι ὑμῖν τὴν τοῦ πρώτου βραβείου διάκρισιν, ἐπεὶ τὸ ὑμέτερον ἔργον ἐγγὺς ἦν ταύτης τῆς διακρίσεως.
Ὑψηλή τις ἀναγνώρισις καὶ τιμὴ ἐν τούτῳ τῷ πνεύματι ὑπὸ τῆς ἐπιτροπῆς τῷ ὑμετέρῳ ἔργῳ βεβαία ἐστίν.
Εὔχομαι ὑμῖν ποιοτικήν τινα πραγμάτωσιν τοῦ ὑμετέρου ἔργου.
Alois Springer




























