ΕΚΛΟΓΗ ΤΩΝ ΝΥΝ ΑΤΤΙΚΙΣΤΙ ΓΕΓΡΑΜΜΕΝΩΝ

Περὶ τοῦ Ἑλληνικοῦ Εἰδυλλίου

Φιλοσοφία καὶ Σωφροσύνη ἐν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ

Σλαῖος μὲν ὁ ἀνταγωνιστής, Φιλοσοφίας ὢν ἐραστής, ἠβουλήθη, πρὸς τοῖς ἄλλοις ἀναλώμασιν οἷς ἀνήλισκεν εἰς αὐτὴν, καὶ μυῆσαι, ἡγούμενος τὰ μὲν ἄλλα ἀναλώματα ἀξιόμαχα καὶ ὠφελιμώτατα ἔσεσθαι, ἃ δ’ ἂν εἰς τὴν Φιλοσοφίαν καὶ τὰ μυστήρια ὑπὲρ αὐτῆς ἀναλώσῃ πρὸς καλλίστην τὴν ἄνθρωπον χάριν πολλὴν καταθήσεσθαι.
Ἐδεήθη οὖν ὁ Σλαῖος τῆς Σωφροσύνης ἐλθεῖν εἰς τὸν Ἑλληνικὸν Εἰδύλλιον ἀγούσης ἢ προσαγαγούσης τὴν κόρην - ἦν δὲ καὶ τοῖς ὠσὶ κοῦφη ἐς ταῦτα καὶ τοιαῦτα ἡ Φιλοσοφία, ἀλλὰ μέντοι κουφοτάτη, ἐσθ’ ὅτε καὶ μὴ βουλομένη ἀκούειν, ὡς τῷ Σλαίῳ ἔδοξε -, ἵνα μυηθῇ, καὶ αὐτὸς ὑπέσχετο μυήσειν.
Ἀφίκοντο δ’ αὐταί ἡ μέλαινα Σωφροσύνης ἀκομψοτάτη ἤν ἰδεἲν φρισκωδεστάτη τε καὶ ὁ Γενειᾶτις τούτου ἕνεκα ὀνομαζομένη, ἡ ξανθὴ Φιλοσοφία πρεπόντως τε μᾶλλον λαμπρότατα πτερὰ ἠμφιεσμένη, διὰ τοῦτο τὸ Λευκὸν Ὄναρ ἐπικαλουμένη.
Εἰς ἀμείνω τῶν ἀμεινόνων τόπον ἀφικομένας δ’ αὐτὰς ὁ Σλαῖος εἰς μὲν τὸ ἄντρον αὑτοῦ οὐκ εἰσάγει, αἰσχυνόμενος τήν τε γυναῖκα ἥν εἶχε, Πλούτου μὲν θυγατέρα, ἀδελφιδὴν δὲ αὑτοῦ, καὶ τὴν Κολακείαν πρεσβυτέραν τε οὖσαν καὶ ἐν τῷ αὐτῷ ἄντρῳ διαιτωμένην· ὡς τὸν Γραφέα τὸν ἔξοχον Ἀθήνηθεν καὶ ἐς τὸν Βασιλέα τοῦ Εἰδυλλίου τὸν Ἀνδρέαν τὸν ἐξαίρετον Αἰγιόθην, ᾐθέους ἔτι ὄντας καὶ φίλους ταῖς κόραις – καὶ ἔτι γαμήσοντας καίπερ κατηγορηθησομένους ὑπὸ φθονερῶν πολλῶν -, καθίστησιν ὁ Σλαῖος αὐτάς, τήν τε Φιλοσοφιάν καὶ τὴν Σωφροσύνην. ὡς οὖν ἀληθῆ λέγω, αὐτὸν τὸν Γραφέα μάρτυρα παρακαλῶ.
Σλαῖος ὁ Τετταροφθάλμος· «Φεῦ, Κύριε, τούτου τοῦ βιβλίου πάλιν, ὃ Κατὰ μάγων - ὦ μέγα θαῦμα – συνέγραψας, ἄνοιγε ἡμῖν τὴν θύραν· ἔκβαλλέ ποτε τοῦ Εἰδυλλίου τούτους τοὺς συκοφαντοῦντας».
Καὶ ὁ σοφώτατος Γραφεὺς ἀπαμειβόμενος ἔφη· «Τοῦτο τὸ βιβλίον μού ἐστι περὶ εὐδείας καὶ χειμώνων καὶ ζάλης ὑετού τε καὶ ἀστραπῶν καὶ βροντῶν καὶ ἀνέμων ἐπιφορᾶς καὶ κυμάτων· πρὸς τούτοις βροντολόγιον καὶ σεισμολόγιον καὶ ἕτερα ὅσα παρατηροῦνται οἱ σεισμογράφοι ὥσπερ ἐγώ. Ἰστέον δὲ ὅτι τοιοῦτον βιβλίον ἐφιλοπονήθη καὶ ἐκ πολλῶν βιβλίων καὶ νεφελῶν ἠρανίσθη· οὐκ ἐν κατόπτροις ἢ διὰ κατόπτρων ματαίως πεποιημένον».
Ταῦτα τὰ σιβύλλεια θέσφατα, σοφίας ταραχώδεα καὶ ἔτι κολπούμενα ἐμπλησθέντα τε, ἀνακηρύξας, οὕτως ἔπαυσε τὸν λόγον· «Ἄδυτα τοίνυν ἄθεα μὴ πολυπραγμονεῖτε μηδὲ βαράθρων στόματα τερατείας ἔμπλεα ἤ λέβητα θεσπρώτιον ἢ τρίποδα κιρραῖον ἢ δωδωναῖον χαλκεῖον. Γεράνδρυον δὲ ψάμμοις ἐρρήμαις τετιμημένον καὶ τὸ αὐτόθι μαντεῖον αὐτῇ δρυΐ μεμαρασμένον μύθοις γεγηρακόσι καταλείψατε. Σεσίγηται γοῦν ἡ Κασταλίας πηγὴ καὶ Κολοφῶνος ἄλλη πηγή, καὶ τὰ ἄλλα ὁμοίως τέθνηκε νάματα μαντικὰ καὶ δὴ τοῦ τύφου κενὰ ὀψὲ μέν, ὅμως δ’ οὖν διελήλεγκται τοῖς ἰδίοις συνεκρεύσανται μύθοις».
«Ἅπαντα μὲν πρὸς χάριν καὶ γλαφυρώτατα καὶ ἄριστα καὶ περὶ τῶν γραμμάτων τεχνικώτατα, μηδὲν δὲ χάριτος ἄξιον, φίλε μου, λέγεις» μεγάλως ἀνεβόησε καὶ ἀπροσδοκήτως ὅ γε Βασιλέα τοῦ Εἰδυλλίου· «Αὐτὸς φέρων πάρειμι τὴν μαστιγάραβδον καὶ ἔχων τῆς ἐπιστήμης. Ἀνάγνωθι, παῖ, λαβών μοι τὸν ψήφισμα δεῖξαν τὴν ἀληθῆ ἀλήθειαν».
Παῖς τις· «Ὁ δὲ Βασιλεὺς τοῦ Εἰδυλλίου μαρτυρεῖ εἰδέναι ὅτι ἡ Φιλοσόφια καὶ ἡ προστὰτις αὐτῆς ἡ Σωφροσύνης κατάγεσθαι παρ’ αὐτῷ, ὅτε εἰς τὰ μυστήρια ἐπεδήμησαν, καὶ καταστῆσαι δὲ αὐτὰς ὡς αὐτὸν Γραφέα τὸν Ἀθήνηθεν, συμπανουργοῦντα ἑαυτῷ καὶ ἐπιτήδειον ὄντα. Καὶ αὐταὶ ἐφίλουν, μισθαρνεῖν τῷ βουλομένῳ ἀναλίσκειν, ἀλλὰ μόνον εἰ ἄδεια γενήσεται τοῖς ἐπιτύχωσι…».
«Κλεεεεεεείσγητε τοῦτο τὸ στόμα τὸ σκότος ἔνδον κατακρύπτον» ἐβρόντησε ἤστραψέ τε τοῖς ὄμμασι ὁ Βασιλεὺς τοῦ Εἰδυλλίου. Οἱ μὲν ἄλλοι ὁρῶντες ἔτρεμον, αἱ δὲ τριακονταετεῖς εἰδυλλιακαὶ ἀλεκτορίδες – οὗτοι οἱ ὄρνιθες καὶ αἴσιοι ἐνταῦθα φαίνονται οἰωνοί - καθ’ ὅλον ἐξίπταντο τὸν κῆπον πράσινά τε ἐγένετο τὰ τῶν ῥόδων ἄνθη, ἠρυθραίνοντο δὴ αἱ ἐλαῖαι.
Τί δήποτε ἐγένετο; Ἐν βραχεῖ μαθήσεσθε (περὶ ἀδήλων ἄλλων πραγμάτων περιέργους πρὸς τὸν Διδάσκαλον νῦν μᾶλλον ἀναφέρω· δοκῶ μοι περὶ ὧν πυνθάνεσθε ἀμελέτητος εἶναι).
Μετὰ ταῦτα τοίνυν ὁ Βασιλεὺς ἐπαύσατο μὲν ὀργίζων· καίπερ ἀμφιβάλλων περὶ τῆς πίστεως αὐτῶν, μή τινι τρόπῳ ἐμποδὼν ὦσι ἡ τε Φιλοσοφία καὶ ἡ Σωφροσύνη τῇ τοῦ Διδασκάλου διδασκαλίᾳ ἐκέλευε θαρρεῖν αὐτὰς καὶ τοῦ Εἰδυλλίου ἔνδον μὲν καθεύδειν τὴν Σωφροσύνην, ἔνδον δὲ καὶ τὴν Φιλοσοφίαν, ὥσπερ παιδευθησομένων τὰς τέχνας φιλοσοφικωτέρας τῶν μαθητῶν.
Πάντες ἐβουλήθησαν μετασχεῖν τούτου τοῦ νυκτερινοῦ ἀγῶνος καὶ στρατείας, οὕτως τὰ βέλη ἐκφεύγοντες τῆς γραφῆς ἀσεβείας ἐν τῷ δικαστηρίῳ τοῦ Ἑλληνικοῦ Εἰδυλλίου.

 

Ἐγκώμιον τοῦ Ἑλληνικοῦ Εἰδυλλίου

Χαλεπὸν μέν, ὦ ἄνδρες γυναῖκές τε Ἑλληνικώτατοι, αἰτίας τοῦ τὸ Ἑλληνικὸν Εἰδύλλιον ἐπαινεῖν εὑρίσκειν ἱκανὰς οὔκ ἐστιν, μᾶλλον δ’ ἔργον ἥδιστον εἶναί μοι δοκεῖ, ἀλλὰ τοὺς λόγους τοὺς τούτου τοῦ Εἰδυλλίου ἀξίους ποιεῖσθαι χαλεπώτατον, ὅτι οὔτε πρὸς τοσούτους τοιούτους τε τοὺς τῆς Ἑλληνικῆς φωνῆς ἐμπειροτάτους καὶ κάλλιστα πεπαιδευμένους εἴωθα λέγειν οὔτ’ εἰμι τὸ γένος αὐτὸς Ἕλλην. Διὰ δὴ τοῦθ’, ὦ ἀκριβέστατοι δικασταί, συγγνώμην, ἀντιβολῶ ὑμᾶς, ἔχετέ μοι μέγα μὲν ἔργον, ἀλλὰ διὰ βραχυτάτων τελεῖν πειρασομένῳ. Φέρε δή τέτταρες οὖν αἰτίαι εἰσίν, ἃς ἐξ ἄλλων πολλῶν ἑλὼν ἐρῶ, τοῦ ἐπαινεῖν ἀξιωτάται· ὁ τόπος, τὰ πέριξ, οἱ ἄνθρωποι, τὸ ἔργον. Ἄρξομαι δὲ τοῦ τόπου. Τοῦτον γὰρ τὸν τόπον, ὡς ἐμοίγε δοκεῖν, τὸν διὰ τὸ καθ’ ἡμέραν ἔθος εὐγνωστότατον οὐ δεῖ ἀναμνιμνῄσκειν ὑμᾶς.´ Φανερὸς γάρ ἐστιν ἡμῖν τὸ νῦν ἐνταῦθα παροῦσι. Ἀλλὰ περιβλέπετε καὶ ὄψεσθε τὰ ἐνταῦθα θαύματα· Τά φυτὰ τὰ πᾶσι χρώμασι ἀνθοῦντα, τὰ δένδρα, τὰ ῥόδα ἢ λέγοιμι ἂν ἐν τῇ νέᾳ φωνῇ τὰς τριανταφυλλίδας; ταῦτα μὲν ὁρᾶν δυνάμεθα καὶ ἄλλα πολλά ἀρέσκουσιν δ’ ἡμῖν ἀνδράσι γυναιξί τε φιλοσοφωτάτοις οὖσι καὶ τὰ μόνον ἐν τῷ νῷ ὄντα. Καὶ τούτων γε μάλιστα, ὅτι ἐν τῇ Ἑλλάδι ὄντες τυγχάνομεν τῇ πολλῶν καλῶν κἀγαθῶν ἀνδρῶν πατρίδι καὶ τῶν ποιητῶν καὶ τῶν ἱστορικῶν καὶ τῶν φιλοσόφων. Ἀλλὰ τί ὄφελος πάντα τὰ ὀνόματα λέγειν πάντων τῶν Ὁμήρων, τῶν Ἡροδότων, τῶν Πλατώνων. Ἆρ’ οὐχ ἡμεῖς εἰς τοῦτον τὸν τόπον ἀφικόμενοι ταὐτὸ πράττομεν αὐτοῖς; Ἆρ’ οὐ καὶ ἡμεῖς χώραν τινὰ καλὴν ζητήσαμεν, ἵνα ἐν ἡσυχίᾳ φιλοσοφῶμεν καὶ ἀττικίζωμεν; Ναί. Ἐμπνεόμεθα γὰρ ὑπὸ τούτου τοῦ τῶν  Μουσῶν καλουμένου κήπου καὶ δὴ καὶ τῶν περὶ αὐτὸν· ὑπὸ γὰρ τῆς θαλάττης, τῶν ὀρέων, τῶν ἐνθάδε ἀνθρώπων. Τί γὰρ τὸ Ἑλληνικὸν Εἰδύλλιον ἄνευ τῶν αὐτὸ οἰκούντων ἀνθρώπων ἂν ἦν, οἳ ἐξ ἅπαντος τοῦ κόσμου ἦλθον ὡς ὁμοῦ ταῖς Μούσαις ἔργα ἐργασόμενοι. Τί λόγων δεῖ λέγειν, πῶς τῇ ὁμιλίᾳ αὐτῶν ἡδόμην; Ἀλλ’ εἰ μὲν μὴ πάντας καὶ πάσας ὀνομάζειν δύναμαι, τούτους δὲ τοὺς ἀμφοτέρους ἐρῶ· τὸν μέγαν Ἀνδρέαν καὶ τὸν σοφώτατον Λευκόθυμον. Χάριν οὖν οἶδα μεγίστην σοι, ὦ κυριώτατε Ἀνδρέα, ὅτι ἡμῖν τὸν οἶκόν σου παρεῖχες, καὶ χάριν σοι, ὦ Λευκόθυμε, πάντων ὧν ἔγνων λέγειν δεινότατε, ὅτι καίπερ ἀνέμων μεγάλων πνεόντων ἡμᾶς τὰ πρῶτα τῆς Ἑλληνικῆς γλώττης ἐδίδαξες. Ἐπαινῶ καὶ τὸν Ἀδόλφον τὸν πολλὰ λαλεῖν βουληθέντα, ἀλλὰ τὸν, φεῦ τῆς ἀκριβείας, ἀεὶ κωλυσθέντα. Πάντων οὖν τούτων βοηθησάντων οἶοί τ’ ἦμεν ταῦτα τὰ ῥηθέντα ἰδεῖν καὶ ταῦτα τὰ ἔργα ὧν ἀκούετε, ποιῆσαι. Νῦν δὲ δικάζετε αὐτοί. Εἶπον.

 

Περὶ τοῦ Ἑλληνικοῦ Εἰδυλλίου

Ἄνδρα μοι ἔννεπε Μοῦσα πολύλογον καὶ μάλα πρᾷον,
ὅς ποτε ἐκ τῶν βαρβαρικῶν ἐπορεύθη πρὸς τήν
Ἑλλάδα εἰς τοὺς κήπους τοῦ Εἰδυλλίου· ἐν τῇ
γῇ δὲ μελαίνῃ οὖν ὑπ' ἐλαίας κάλλος ἐζήτουν.
Ἀλλ' ἐκάθητο τραπέζης ἀμφὶ ξύν γε μαθηταῖς.
Νῦν δὲ διδάσκει Πλουτάρχου πέρι, ἀλλ' ἔτι μᾶλλον
δὴ τοῦ Ἀριστοτέλους. Τῶν πολλῶν νῦν γε μαθητῶν
οἱ μὲν πόλλα συνήκασιν, οἱ δὲ ὀλίζουσιν· ἔπειτα,
ὥς μοι δῆλον, ἐπιστήμην ηὐξήσαμεν ὄντως
καὶ διὰ τοῦτο χάριν γ' ἀποδώσομεν ἔνθεν ἀληθῶς
ταῖς Μούσαις ἄρα τῷ τε διδάσκαλῳ εἰς τὸ βοηθεῖν
τῷ λευκῷ θυμῷ τε καὶ Ἀνδρέᾳ εἰς τὸ ἐνοικεῖν
ἐν τοι τῷ παραδείσῳ τήν τε φιλοξενίαν οὑ.